< Προς Εβραιους 2 >

1 δια τουτο δει περισσοτερωσ ημασ προσεχειν τοισ ακουσθεισιν μηποτε παραρρυωμεν
Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μήποτε παραρυῶμεν.
2 ει γαρ ο δι αγγελων λαληθεισ λογοσ εγενετο βεβαιοσ και πασα παραβασισ και παρακοη ελαβεν ενδικον μισθαποδοσιαν
εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,
3 πωσ ημεισ εκφευξομεθα τηλικαυτησ αμελησαντεσ σωτηριασ ητισ αρχην λαβουσα λαλεισθαι δια του κυριου υπο των ακουσαντων εισ ημασ εβεβαιωθη
πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,
4 συνεπιμαρτυρουντοσ του θεου σημειοισ τε και τερασιν και ποικιλαισ δυναμεσιν και πνευματοσ αγιου μερισμοισ κατα την αυτου θελησιν
συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.
5 ου γαρ αγγελοισ υπεταξεν την οικουμενην την μελλουσαν περι ησ λαλουμεν
Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.
6 διεμαρτυρατο δε που τισ λεγων τι εστιν ανθρωποσ οτι μιμνησκη αυτου η υιοσ ανθρωπου οτι επισκεπτη αυτον
διεμαρτύρατο δέ πού τις λέγων, τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
7 ηλαττωσασ αυτον βραχυ τι παρ αγγελουσ δοξη και τιμη εστεφανωσασ αυτον
ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
8 παντα υπεταξασ υποκατω των ποδων αυτου εν γαρ τω υποταξαι αυτω τα παντα ουδεν αφηκεν αυτω ανυποτακτον νυν δε ουπω ορωμεν αυτω τα παντα υποτεταγμενα
πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. ἐν τῷ γὰρ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·
9 τον δε βραχυ τι παρ αγγελουσ ηλαττωμενον βλεπομεν ιησουν δια το παθημα του θανατου δοξη και τιμη εστεφανωμενον οπωσ χαριτι θεου υπερ παντοσ γευσηται θανατου
τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
10 επρεπεν γαρ αυτω δι ον τα παντα και δι ου τα παντα πολλουσ υιουσ εισ δοξαν αγαγοντα τον αρχηγον τησ σωτηριασ αυτων δια παθηματων τελειωσαι
ἔπρεπεν γὰρ αὐτῷ, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.
11 ο τε γαρ αγιαζων και οι αγιαζομενοι εξ ενοσ παντεσ δι ην αιτιαν ουκ επαισχυνεται αδελφουσ αυτουσ καλειν
ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν,
12 λεγων απαγγελω το ονομα σου τοισ αδελφοισ μου εν μεσω εκκλησιασ υμνησω σε
λέγων, ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·
13 και παλιν εγω εσομαι πεποιθωσ επ αυτω και παλιν ιδου εγω και τα παιδια α μοι εδωκεν ο θεοσ
καὶ πάλιν, ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ· καὶ πάλιν, ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός.
14 επει ουν τα παιδια κεκοινωνηκεν σαρκοσ και αιματοσ και αυτοσ παραπλησιωσ μετεσχεν των αυτων ινα δια του θανατου καταργηση τον το κρατοσ εχοντα του θανατου τουτ εστιν τον διαβολον
ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ’ ἔστιν τὸν διάβολον,
15 και απαλλαξη τουτουσ οσοι φοβω θανατου δια παντοσ του ζην ενοχοι ησαν δουλειασ
καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλίας.
16 ου γαρ δηπου αγγελων επιλαμβανεται αλλα σπερματοσ αβρααμ επιλαμβανεται
οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.
17 οθεν ωφειλεν κατα παντα τοισ αδελφοισ ομοιωθηναι ινα ελεημων γενηται και πιστοσ αρχιερευσ τα προσ τον θεον εισ το ιλασκεσθαι τασ αμαρτιασ του λαου
ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ·
18 εν ω γαρ πεπονθεν αυτοσ πειρασθεισ δυναται τοισ πειραζομενοισ βοηθησαι
ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

< Προς Εβραιους 2 >