< Προς Εβραιους 1 >

1 πολυμερωσ και πολυτροπωσ παλαι ο θεοσ λαλησασ τοισ πατρασιν εν τοισ προφηταισ επ εσχατου των ημερων τουτων ελαλησεν ημιν εν υιω
Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ,
2 ον εθηκεν κληρονομον παντων δι ου και τουσ αιωνασ εποιησεν (aiōn g165)
ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας· (aiōn g165)
3 οσ ων απαυγασμα τησ δοξησ και χαρακτηρ τησ υποστασεωσ αυτου φερων τε τα παντα τω ρηματι τησ δυναμεωσ αυτου δι εαυτου καθαρισμον ποιησαμενοσ των αμαρτιων ημων εκαθισεν εν δεξια τησ μεγαλωσυνησ εν υψηλοισ
ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
4 τοσουτω κρειττων γενομενοσ των αγγελων οσω διαφορωτερον παρ αυτουσ κεκληρονομηκεν ονομα
τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
5 τινι γαρ ειπεν ποτε των αγγελων υιοσ μου ει συ εγω σημερον γεγεννηκα σε και παλιν εγω εσομαι αυτω εισ πατερα και αυτοσ εσται μοι εισ υιον
τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
6 οταν δε παλιν εισαγαγη τον πρωτοτοκον εισ την οικουμενην λεγει και προσκυνησατωσαν αυτω παντεσ αγγελοι θεου
ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.
7 και προσ μεν τουσ αγγελουσ λεγει ο ποιων τουσ αγγελουσ αυτου πνευματα και τουσ λειτουργουσ αυτου πυροσ φλογα
καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
8 προσ δε τον υιον ο θρονοσ σου ο θεοσ εισ τον αιωνα του αιωνοσ ραβδοσ ευθυτητοσ η ραβδοσ τησ βασιλειασ σου (aiōn g165)
πρὸς δὲ τὸν υἱόν, ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου. (aiōn g165)
9 ηγαπησασ δικαιοσυνην και εμισησασ ανομιαν δια τουτο εχρισεν σε ο θεοσ ο θεοσ σου ελαιον αγαλλιασεωσ παρα τουσ μετοχουσ σου
ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·
10 και συ κατ αρχασ κυριε την γην εθεμελιωσασ και εργα των χειρων σου εισιν οι ουρανοι
καί, σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
11 αυτοι απολουνται συ δε διαμενεισ και παντεσ ωσ ιματιον παλαιωθησονται
αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
12 και ωσει περιβολαιον ελιξεισ αυτουσ και αλλαγησονται συ δε ο αυτοσ ει και τα ετη σου ουκ εκλειψουσιν
καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτούς, καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
13 προσ τινα δε των αγγελων ειρηκεν ποτε καθου εκ δεξιων μου εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου
πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
14 ουχι παντεσ εισιν λειτουργικα πνευματα εισ διακονιαν αποστελλομενα δια τουσ μελλοντασ κληρονομειν σωτηριαν
οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

< Προς Εβραιους 1 >