< Προς Εβραιους 3 >

1 οθεν αδελφοι αγιοι κλησεωσ επουρανιου μετοχοι κατανοησατε τον αποστολον και αρχιερεα τησ ομολογιασ ημων ιησουν χριστον
Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν,
2 πιστον οντα τω ποιησαντι αυτον ωσ και μωυσησ εν ολω τω οικω αυτου
πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.
3 πλειονοσ γαρ δοξησ ουτοσ παρα μωυσην ηξιωται καθ οσον πλειονα τιμην εχει του οικου ο κατασκευασασ αυτον
πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.
4 πασ γαρ οικοσ κατασκευαζεται υπο τινοσ ο δε τα παντα κατασκευασασ θεοσ
πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας θεός.
5 και μωυσησ μεν πιστοσ εν ολω τω οικω αυτου ωσ θεραπων εισ μαρτυριον των λαληθησομενων
καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,
6 χριστοσ δε ωσ υιοσ επι τον οικον αυτου ου οικοσ εσμεν ημεισ εανπερ την παρρησιαν και το καυχημα τησ ελπιδοσ μεχρι τελουσ βεβαιαν κατασχωμεν
Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.
7 διο καθωσ λεγει το πνευμα το αγιον σημερον εαν τησ φωνησ αυτου ακουσητε
Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
8 μη σκληρυνητε τασ καρδιασ υμων ωσ εν τω παραπικρασμω κατα την ημεραν του πειρασμου εν τη ερημω
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
9 ου επειρασαν με οι πατερεσ υμων εδοκιμασαν με και ειδον τα εργα μου τεσσαρακοντα ετη
οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου τεσσεράκοντα ἔτη·
10 διο προσωχθισα τη γενεα εκεινη και ειπον αει πλανωνται τη καρδια αυτοι δε ουκ εγνωσαν τασ οδουσ μου
διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου,
11 ωσ ωμοσα εν τη οργη μου ει εισελευσονται εισ την καταπαυσιν μου
ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
12 βλεπετε αδελφοι μηποτε εσται εν τινι υμων καρδια πονηρα απιστιασ εν τω αποστηναι απο θεου ζωντοσ
βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,
13 αλλα παρακαλειτε εαυτουσ καθ εκαστην ημεραν αχρι ου το σημερον καλειται ινα μη σκληρυνθη εξ υμων τισ απατη τησ αμαρτιασ
ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας·
14 μετοχοι γαρ γεγοναμεν του χριστου εανπερ την αρχην τησ υποστασεωσ μεχρι τελουσ βεβαιαν κατασχωμεν
μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν,
15 εν τω λεγεσθαι σημερον εαν τησ φωνησ αυτου ακουσητε μη σκληρυνητε τασ καρδιασ υμων ωσ εν τω παραπικρασμω
ἐν τῷ λέγεσθαι, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
16 τινεσ γαρ ακουσαντεσ παρεπικραναν αλλ ου παντεσ οι εξελθοντεσ εξ αιγυπτου δια μωυσεωσ
τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;
17 τισιν δε προσωχθισεν τεσσαρακοντα ετη ουχι τοισ αμαρτησασιν ων τα κωλα επεσεν εν τη ερημω
τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
18 τισιν δε ωμοσεν μη εισελευσεσθαι εισ την καταπαυσιν αυτου ει μη τοισ απειθησασιν
τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν;
19 και βλεπομεν οτι ουκ ηδυνηθησαν εισελθειν δι απιστιαν
καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.

< Προς Εβραιους 3 >