< Προς Εβραιους 5 >

1 πασ γαρ αρχιερευσ εξ ανθρωπων λαμβανομενοσ υπερ ανθρωπων καθισταται τα προσ τον θεον ινα προσφερη δωρα τε και θυσιασ υπερ αμαρτιων
Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
2 μετριοπαθειν δυναμενοσ τοισ αγνοουσιν και πλανωμενοισ επει και αυτοσ περικειται ασθενειαν
μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν,
3 και δια ταυτην οφειλει καθωσ περι του λαου ουτωσ και περι εαυτου προσφερειν υπερ αμαρτιων
καὶ δι’ αὐτὴν ὀφείλει καθὼς περὶ τοῦ λαοῦ οὕτως καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν.
4 και ουχ εαυτω τισ λαμβανει την τιμην αλλα καλουμενοσ υπο του θεου καθαπερ και ααρων
καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, καθώσπερ καὶ Ἀαρών.
5 ουτωσ και ο χριστοσ ουχ εαυτον εδοξασεν γενηθηναι αρχιερεα αλλ ο λαλησασ προσ αυτον υιοσ μου ει συ εγω σημερον γεγεννηκα σε
οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·
6 καθωσ και εν ετερω λεγει συ ιερευσ εισ τον αιωνα κατα την ταξιν μελχισεδεκ (aiōn g165)
καθὼς καὶ ἐν ἑτέρῳ λέγει, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ. (aiōn g165)
7 οσ εν ταισ ημεραισ τησ σαρκοσ αυτου δεησεισ τε και ικετηριασ προσ τον δυναμενον σωζειν αυτον εκ θανατου μετα κραυγησ ισχυρασ και δακρυων προσενεγκασ και εισακουσθεισ απο τησ ευλαβειασ
ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,
8 καιπερ ων υιοσ εμαθεν αφ ων επαθεν την υπακοην
καίπερ ὢν υἱὸς ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν·
9 και τελειωθεισ εγενετο τοισ υπακουουσιν αυτω πασιν αιτιοσ σωτηριασ αιωνιου (aiōnios g166)
καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου, (aiōnios g166)
10 προσαγορευθεισ υπο του θεου αρχιερευσ κατα την ταξιν μελχισεδεκ
προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.
11 περι ου πολυσ ημιν ο λογοσ και δυσερμηνευτοσ λεγειν επει νωθροι γεγονατε ταισ ακοαισ
Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.
12 και γαρ οφειλοντεσ ειναι διδασκαλοι δια τον χρονον παλιν χρειαν εχετε του διδασκειν υμασ τινα τα στοιχεια τησ αρχησ των λογιων του θεου και γεγονατε χρειαν εχοντεσ γαλακτοσ και ου στερεασ τροφησ
καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς.
13 πασ γαρ ο μετεχων γαλακτοσ απειροσ λογου δικαιοσυνησ νηπιοσ γαρ εστιν
πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν·
14 τελειων δε εστιν η στερεα τροφη των δια την εξιν τα αισθητηρια γεγυμνασμενα εχοντων προσ διακρισιν καλου τε και κακου
τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.

< Προς Εβραιους 5 >