< Προς Θεσσαλονικεις Β΄ 1 >

1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ.
παυλοσ και σιλουανοσ και τιμοθεοσ τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω
2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
3 Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους,
ευχαριστειν οφειλομεν τω θεω παντοτε περι υμων αδελφοι καθωσ αξιον εστιν οτι υπεραυξανει η πιστισ υμων και πλεοναζει η αγαπη ενοσ εκαστου παντων υμων εισ αλληλουσ
4 ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐνκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
ωστε ημασ αυτουσ εν υμιν καυχασθαι εν ταισ εκκλησιαισ του θεου υπερ τησ υπομονησ υμων και πιστεωσ εν πασιν τοισ διωγμοισ υμων και ταισ θλιψεσιν αισ ανεχεσθε
5 ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε,
ενδειγμα τησ δικαιασ κρισεωσ του θεου εισ το καταξιωθηναι υμασ τησ βασιλειασ του θεου υπερ ησ και πασχετε
6 εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν
ειπερ δικαιον παρα θεω ανταποδουναι τοισ θλιβουσιν υμασ θλιψιν
7 καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ
και υμιν τοισ θλιβομενοισ ανεσιν μεθ ημων εν τη αποκαλυψει του κυριου ιησου απ ουρανου μετ αγγελων δυναμεωσ αυτου
8 ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ,
εν πυρι φλογοσ διδοντοσ εκδικησιν τοισ μη ειδοσιν θεον και τοισ μη υπακουουσιν τω ευαγγελιω του κυριου ημων ιησου
9 οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, (aiōnios g166)
οιτινεσ δικην τισουσιν ολεθρον αιωνιον απο προσωπου του κυριου και απο τησ δοξησ τησ ισχυοσ αυτου (aiōnios g166)
10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
οταν ελθη ενδοξασθηναι εν τοισ αγιοισ αυτου και θαυμασθηναι εν πασιν τοισ πιστευσασιν οτι επιστευθη το μαρτυριον ημων εφ υμασ εν τη ημερα εκεινη
11 Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει,
εισ ο και προσευχομεθα παντοτε περι υμων ινα υμασ αξιωση τησ κλησεωσ ο θεοσ ημων και πληρωση πασαν ευδοκιαν αγαθωσυνησ και εργον πιστεωσ εν δυναμει
12 ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
οπωσ ενδοξασθη το ονομα του κυριου ημων ιησου εν υμιν και υμεισ εν αυτω κατα την χαριν του θεου ημων και κυριου ιησου χριστου

< Προς Θεσσαλονικεις Β΄ 1 >