< Προς Θεσσαλονικεις Α΄ 1 >

1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ. χάρις ὑμῖν καὶ εἰρήνη.
παυλοσ και σιλουανοσ και τιμοθεοσ τη εκκλησια θεσσαλονικεων εν θεω πατρι και κυριω ιησου χριστω χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
2 Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν,
ευχαριστουμεν τω θεω παντοτε περι παντων υμων μνειαν υμων ποιουμενοι επι των προσευχων ημων
3 ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,
αδιαλειπτωσ μνημονευοντεσ υμων του εργου τησ πιστεωσ και του κοπου τησ αγαπησ και τησ υπομονησ τησ ελπιδοσ του κυριου ημων ιησου χριστου εμπροσθεν του θεου και πατροσ ημων
4 εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ τοῦ θεοῦ, τὴν ἐκλογὴν ὑμῶν,
ειδοτεσ αδελφοι ηγαπημενοι υπο θεου την εκλογην υμων
5 ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι’ ὑμᾶς.
οτι το ευαγγελιον ημων ουκ εγενηθη εισ υμασ εν λογω μονον αλλα και εν δυναμει και εν πνευματι αγιω και εν πληροφορια πολλη καθωσ οιδατε οιοι εγενηθημεν εν υμιν δι υμασ
6 καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου,
και υμεισ μιμηται ημων εγενηθητε και του κυριου δεξαμενοι τον λογον εν θλιψει πολλη μετα χαρασ πνευματοσ αγιου
7 ὥστε γενέσθαι ὑμᾶς τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ.
ωστε γενεσθαι υμασ τυπουσ πασιν τοισ πιστευουσιν εν τη μακεδονια και τη αχαια
8 ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλ’ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι·
αφ υμων γαρ εξηχηται ο λογοσ του κυριου ου μονον εν τη μακεδονια και εν τη αχαια αλλα και εν παντι τοπω η πιστισ υμων η προσ τον θεον εξεληλυθεν ωστε μη χρειαν ημασ εχειν λαλειν τι
9 αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ,
αυτοι γαρ περι ημων απαγγελλουσιν οποιαν εισοδον εσχομεν προσ υμασ και πωσ επεστρεψατε προσ τον θεον απο των ειδωλων δουλευειν θεω ζωντι και αληθινω
10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.
και αναμενειν τον υιον αυτου εκ των ουρανων ον ηγειρεν εκ των νεκρων ιησουν τον ρυομενον ημασ απο τησ οργησ τησ ερχομενησ

< Προς Θεσσαλονικεις Α΄ 1 >