< Προς Θεσσαλονικεις Α΄ 5 >

1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι·
περι δε των χρονων και των καιρων αδελφοι ου χρειαν εχετε υμιν γραφεσθαι
2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
αυτοι γαρ ακριβωσ οιδατε οτι η ημερα κυριου ωσ κλεπτησ εν νυκτι ουτωσ ερχεται
3 ὅταν λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐπίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
οταν γαρ λεγωσιν ειρηνη και ασφαλεια τοτε αιφνιδιοσ αυτοισ εφισταται ολεθροσ ωσπερ η ωδιν τη εν γαστρι εχουση και ου μη εκφυγωσιν
4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ,
υμεισ δε αδελφοι ουκ εστε εν σκοτει ινα η ημερα υμασ ωσ κλεπτησ καταλαβη
5 πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·
παντεσ υμεισ υιοι φωτοσ εστε και υιοι ημερασ ουκ εσμεν νυκτοσ ουδε σκοτουσ
6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
αρα ουν μη καθευδωμεν ωσ και οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν
7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·
οι γαρ καθευδοντεσ νυκτοσ καθευδουσιν και οι μεθυσκομενοι νυκτοσ μεθυουσιν
8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·
ημεισ δε ημερασ οντεσ νηφωμεν ενδυσαμενοι θωρακα πιστεωσ και αγαπησ και περικεφαλαιαν ελπιδα σωτηριασ
9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
οτι ουκ εθετο ημασ ο θεοσ εισ οργην αλλ εισ περιποιησιν σωτηριασ δια του κυριου ημων ιησου χριστου
10 τοῦ ἀποθανόντος περὶ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
του αποθανοντοσ υπερ ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν
11 διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
διο παρακαλειτε αλληλουσ και οικοδομειτε εισ τον ενα καθωσ και ποιειτε
12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς,
ερωτωμεν δε υμασ αδελφοι ειδεναι τουσ κοπιωντασ εν υμιν και προισταμενουσ υμων εν κυριω και νουθετουντασ υμασ
13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν αὐτοῖς.
και ηγεισθαι αυτουσ υπερ εκπερισσου εν αγαπη δια το εργον αυτων ειρηνευετε εν εαυτοισ
14 παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
παρακαλουμεν δε υμασ αδελφοι νουθετειτε τουσ ατακτουσ παραμυθεισθε τουσ ολιγοψυχουσ αντεχεσθε των ασθενων μακροθυμειτε προσ παντασ
15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδοῖ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας.
ορατε μη τισ κακον αντι κακου τινι αποδω αλλα παντοτε το αγαθον διωκετε και εισ αλληλουσ και εισ παντασ
16 πάντοτε χαίρετε,
παντοτε χαιρετε
17 ἀδιαλείπτως προσεύχεσθε,
αδιαλειπτωσ προσευχεσθε
18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
εν παντι ευχαριστειτε τουτο γαρ θελημα θεου εν χριστω ιησου εισ υμασ
19 τὸ πνεῦμα μὴ σβέννυτε,
το πνευμα μη σβεννυτε
20 προφητείας μὴ ἐξουθενεῖτε·
προφητειασ μη εξουθενειτε
21 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,
παντα δε δοκιμαζετε το καλον κατεχετε
22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
απο παντοσ ειδουσ πονηρου απεχεσθε
23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
αυτοσ δε ο θεοσ τησ ειρηνησ αγιασαι υμασ ολοτελεισ και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτωσ εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη
24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
πιστοσ ο καλων υμασ οσ και ποιησει
25 Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν.
αδελφοι προσευχεσθε περι ημων
26 ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
ασπασασθε τουσ αδελφουσ παντασ εν φιληματι αγιω
27 ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.
ορκιζω υμασ τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοισ αγιοισ αδελφοισ
28 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.
η χαρισ του κυριου ημων ιησου χριστου μεθ υμων αμην

< Προς Θεσσαλονικεις Α΄ 5 >