< Ψαλμοί 20 >

1 «Εις τον πρώτον μουσικόν. Ψαλμός του Δαβίδ.» Ο Κύριος να σου υπακούση εν ημέρα θλίψεως το όνομα του Θεού του Ιακώβ να σε υπερασπίση.
εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ιακωβ
2 Να σοι εξαποστείλη βοήθειαν εκ του αγιαστηρίου και εκ της Σιών να σε υποστηρίξη.
ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιων ἀντιλάβοιτό σου
3 Να ενθυμηθή πάσας τας προσφοράς σου και να προσδεχθή το ολοκαύτωμά σου. Διάψαλμα.
μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω διάψαλμα
4 Να σοι δώση κατά την καρδίαν σου και να εκπληρώση πάσαν βουλήν σου.
δῴη σοι κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι
5 Εις την σωτηρίαν σου θέλομεν χαρή· και εις το όνομα του Θεού ημών θέλομεν υψώσει τας σημαίας· ο Κύριος να εκπληρώση πάντα τα αιτήματά σου.
ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου
6 Τώρα εγνώρισα ότι έσωσεν ο Κύριος τον χριστόν αυτού· θέλει εισακούσει αυτού εκ του ουρανού της αγιότητος αυτού· η σωτηρία της δεξιάς αυτού γίνεται εν δυνάμει.
νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ
7 Οι μεν εις αμάξας, οι δε εις ίππους, αλλ' ημείς εις το όνομα Κυρίου του Θεού ημών θέλομεν καυχάσθαι·
οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα
8 ούτοι συνεκάμφθησαν και έπεσον· ημείς δε ανέστημεν και ανωρθώθημεν.
αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν
9 Κύριε, σώσον τον βασιλέα· και εισάκουσον ημών, καθ' ην ημέραν σε επικαλεσθώμεν.
κύριε σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε

< Ψαλμοί 20 >