< Ψαλμοί 18 >

1 «Εις τον πρώτον μουσικόν. Ψαλμός του Δαβίδ δούλου του Κυρίου, όστις ελάλησε προς τον Κύριον τους λόγους της ωδής ταύτης, καθ' ην ημέραν ηλευθέρωσεν αυτόν ο Κύριος εκ της χειρός πάντων των εχθρών αυτού και εκ της χειρός του Σαούλ· και είπε, » Θέλω σε αγαπά, Κύριε, η ισχύς μου.
εἰς τὸ τέλος τῷ παιδὶ κυρίου τῷ Δαυιδ ἃ ἐλάλησεν τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ ᾗ ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ καὶ εἶπεν ἀγαπήσω σε κύριε ἡ ἰσχύς μου
2 Ο Κύριος είναι πέτρα μου και φρούριόν μου και ελευθερωτής μου· Θεός μου, βράχος μου· επ' αυτόν θέλω ελπίζει· η ασπίς μου και το κέρας της σωτηρίας μου· υψηλός πύργος μου.
κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου ὁ θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ’ αὐτόν ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου ἀντιλήμπτωρ μου
3 Θέλω επικαλεσθή τον αξιΰμνητον Κύριον, και εκ των εχθρών μου θέλω σωθή.
αἰνῶν ἐπικαλέσομαι κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι
4 Πόνοι θανάτου με περιεκύκλωσαν, και χείμαρροι ανομίας με κατετρόμαξαν·
περιέσχον με ὠδῖνες θανάτου καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με
5 Πόνοι του άδου με περιεκύκλωσαν, παγίδες θανάτου με έφθασαν. (Sheol h7585)
ὠδῖνες ᾅδου περιεκύκλωσάν με προέφθασάν με παγίδες θανάτου (Sheol h7585)
6 Εν τη στενοχωρία μου επεκαλέσθην τον Κύριον, και προς τον Θεόν μου εβόησα. Ήκουσεν εκ του ναού αυτού της φωνής μου, και η κραυγή μου ήλθεν ενώπιον αυτού εις τα ώτα αυτού.
καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ
7 Τότε εσαλεύθη και έντρομος έγεινεν η γη, και τα θεμέλια των ορέων εταράχθησαν και εσαλεύθησαν, διότι ωργίσθη.
καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν ὅτι ὠργίσθη αὐτοῖς ὁ θεός
8 Καπνός ανέβαινεν εκ των μυκτήρων αυτού, και πυρ κατατρώγον εκ του στόματος αυτού· άνθρακες ανήφθησαν απ' αυτού.
ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ
9 Και έκλινε τους ουρανούς και κατέβη, και γνόφος υπό τους πόδας αυτού.
καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ
10 Και επέβη επί χερουβείμ και επετάσθη· και επέταξεν επί πτερύγων ανέμων.
καὶ ἐπέβη ἐπὶ χερουβιν καὶ ἐπετάσθη ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων
11 Έθεσε το σκότος απόκρυφον τόπον αυτού· η σκηνή αυτού, πέριξ αυτού ήσαν ύδατα σκοτεινά, νέφη πυκνά των αέρων.
καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων
12 Εκ της λάμψεως της έμπροσθεν αυτού διήλθον τα νέφη αυτού, χάλαζα και άνθρακες πυρός.
ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον χάλαζα καὶ ἄνθρακες πυρός
13 Και εβρόντησεν εν ουρανοίς ο Κύριος, και ο Ύψιστος έδωκε την φωνήν αυτού· χάλαζα και άνθρακες πυρός.
καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ
14 Και απέστειλε τα βέλη αυτού και εσκόρπισεν αυτούς· και αστραπάς επλήθυνε και συνετάραξεν αυτούς.
καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς
15 Και εφάνησαν τα βάθη των υδάτων και ανεκαλύφθησαν τα θεμέλια της οικουμένης, από της επιτιμήσεώς σου, Κύριε, από του φυσήματος της πνοής των μυκτήρων σου.
καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου κύριε ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου
16 Εξαπέστειλεν εξ ύψους· έλαβέ με· είλκυσέ με εξ υδάτων πολλών.
ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με προσελάβετό με ἐξ ὑδάτων πολλῶν
17 Ηλευθέρωσέ με εκ του δυνατού εχθρού μου, και εκ των μισούντων με, διότι ήσαν δυνατώτεροί μου.
ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ
18 Προέφθασάν με εν τη ημέρα της θλίψεώς μου· αλλ' ο Κύριος εστάθη το αντιστήριγμά μου·
προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου
19 και εξήγαγέ με εις ευρυχωρίαν· ηλευθέρωσέ με διότι ηυδόκησεν εις εμέ.
καὶ ἐξήγαγέν με εἰς πλατυσμόν ῥύσεταί με ὅτι ἠθέλησέν με ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με
20 Αντήμειψέ με ο Κύριος κατά την δικαιοσύνην μου· κατά την καθαρότητα των χειρών μου ανταπέδωκεν εις εμέ.
καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι
21 Διότι εφύλαξα τας οδούς του Κυρίου, και δεν ησέβησα εκκλίνας από του Θεού μου.
ὅτι ἐφύλαξα τὰς ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου
22 Διότι πάσαι αι κρίσεις αυτού ήσαν έμπροσθέν μου, και τα διατάγματα αυτού δεν απεμάκρυνα απ' εμού·
ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησα ἀπ’ ἐμοῦ
23 και εστάθην άμεμπτος προς αυτόν, και εφυλάχθην από της ανομίας μου.
καὶ ἔσομαι ἄμωμος μετ’ αὐτοῦ καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου
24 Και ανταπέδωκεν εις εμέ ο Κύριος κατά την δικαιοσύνην μου, κατά την καθαρότητα των χειρών μου έμπροσθεν των οφθαλμών αυτού.
καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ
25 Μετά οσίου όσιος θέλεις είσθαι· μετά ανδρός τελείου τέλειος θέλεις είσθαι·
μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ
26 μετά καθαρού, καθαρός θέλεις είσθαι· και μετά διεστραμμένου διεστραμμένως θέλεις φερθή.
καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις
27 Διότι συ θέλεις σώσει λαόν τεθλιμμένον· οφθαλμούς δε υπερηφάνων θέλεις ταπεινώσει.
ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις
28 Διότι συ θέλεις φωτίσει τον λύχνον μου· Κύριος ο Θεός μου θέλει φωτίσει το σκότος μου.
ὅτι σὺ φωτιεῖς λύχνον μου κύριε ὁ θεός μου φωτιεῖς τὸ σκότος μου
29 Διότι διά σου θέλω διασπάσει στράτευμα, και διά του Θεού μου θέλω υπερπηδήσει τείχος.
ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος
30 Του Θεού, η οδός αυτού είναι άμωμος· ο λόγος του Κυρίου είναι δεδοκιμασμένος· είναι ασπίς πάντων των ελπιζόντων επ' αυτόν.
ὁ θεός μου ἄμωμος ἡ ὁδὸς αὐτοῦ τὰ λόγια κυρίου πεπυρωμένα ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ’ αὐτόν
31 Διότι τις Θεός πλην του Κυρίου; και τις φρούριον πλην του Θεού ημών;
ὅτι τίς θεὸς πλὴν τοῦ κυρίου καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν
32 Ο Θεός είναι ο περιζωννύων με δύναμιν, και καθιστών άμωμον την οδόν μου.
ὁ θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου
33 Κάμνει τους πόδας μου ως των ελάφων και με στήνει επί τους υψηλούς τόπους μου.
ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με
34 Διδάσκει τας χείρας μου εις πόλεμον, και έκαμε τόξον χαλκούν τους βραχίονάς μου.
διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου
35 Και έδωκας εις εμέ την ασπίδα της σωτηρίας σου· και η δεξιά σου με υπεστήριξε και η αγαθότης σου με εμεγάλυνεν.
καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου καὶ ἡ δεξιά σου ἀντελάβετό μου καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος καὶ ἡ παιδεία σου αὐτή με διδάξει
36 Επλάτυνας τα βήματά μου υποκάτω μου, και οι πόδες μου δεν εκλονίσθησαν.
ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου
37 Κατεδίωξα τους εχθρούς μου και έφθασα αυτούς· και δεν επέστρεψα εωσού συνετέλεσα αυτούς.
καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλίπωσιν
38 Συνέτριψα αυτούς και δεν ηδυνήθησαν να ανεγερθώσιν· έπεσον υπό τους πόδας μου.
ἐκθλίψω αὐτούς καὶ οὐ μὴ δύνωνται στῆναι πεσοῦνται ὑπὸ τοὺς πόδας μου
39 Και περιέζωσάς με δύναμιν εις πόλεμον· συνέκαμψας υποκάτω μου τους επανισταμένους επ' εμέ.
καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ’ ἐμὲ ὑποκάτω μου
40 Και έκαμες τους εχθρούς μου να τρέψωσιν εις εμέ τα νώτα, και εξωλόθρευσα τους μισούντάς με.
καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον καὶ τοὺς μισοῦντάς με ἐξωλέθρευσας
41 Εβόησαν, και ουδείς ο σώζων· προς τον Κύριον, και δεν εισήκουσεν αυτών.
ἐκέκραξαν καὶ οὐκ ἦν ὁ σῴζων πρὸς κύριον καὶ οὐκ εἰσήκουσεν αὐτῶν
42 Και κατελέπτυνα αυτούς ως κόνιν κατά πρόσωπον ανέμου· απετίναξα αυτούς ως τον πηλόν των οδών.
καὶ λεπτυνῶ αὐτοὺς ὡς χοῦν κατὰ πρόσωπον ἀνέμου ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς
43 Ηλευθέρωσάς με εκ των αντιλογιών του λαού· κατέστησάς με κεφαλήν εθνών· λαός, τον οποίον δεν εγνώρισα, εδούλευσεν εις εμέ.
ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν λαός ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι
44 Μόλις ήκουσαν, και υπήκουσαν εις εμέ· ξένοι υπετάχθησαν εις εμέ.
εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι
45 Ξένοι παρελύθησαν και κατετρόμαξαν εκ των αποκρύφων τόπων αυτών.
υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν
46 Ζη Κύριος, και ευλογημένον το φρουριόν μου· και ας υψωθή ο Θεός της σωτηρίας μου·
ζῇ κύριος καὶ εὐλογητὸς ὁ θεός μου καὶ ὑψωθήτω ὁ θεὸς τῆς σωτηρίας μου
47 ο Θεός ο εκδικών με και υποτάσσων λαούς υποκάτω μου·
ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑποτάξας λαοὺς ὑπ’ ἐμέ
48 όστις με ελευθερόνει εκ των εχθρών μου. Ναι, με υψόνεις υπεράνω των επανισταμένων επ' εμέ· ηλευθέρωσάς με από ανδρός αδίκου.
ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων ἀπὸ τῶν ἐπανιστανομένων ἐπ’ ἐμὲ ὑψώσεις με ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με
49 Διά τούτο θέλω σε υμνεί, Κύριε, μεταξύ των εθνών, και εις το όνομά σου θέλω ψάλλει.
διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν κύριε καὶ τῷ ὀνόματί σου ψαλῶ
50 Αυτός μεγαλύνει τας σωτηρίας του βασιλέως αυτού, και κάμνει έλεος εις τον κεχρισμένον αυτού, εις τον Δαβίδ και εις το σπέρμα αυτού έως αιώνος.
μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος

< Ψαλμοί 18 >