< Παροιμίαι 1 >

1 Παροιμίαι Σολομώντος, υιού του Δαβίδ, βασιλέως του Ισραήλ,
παροιμίαι Σαλωμῶντος υἱοῦ Δαυιδ ὃς ἐβασίλευσεν ἐν Ισραηλ
2 διά να γνωρίση τις σοφίαν και παιδείαν, διά να νοήση λόγους φρονήσεως,
γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως
3 διά να λάβη διδασκαλίαν συνέσεως, δικαιοσύνης και κρίσεως και ευθύτητος,
δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν
4 διά να δώση νόησιν εις τους απλούς, και εις τον νέον μάθησιν και διάγνωσιν.
ἵνα δῷ ἀκάκοις πανουργίαν παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν
5 Ο σοφός ακούων θέλει γείνει σοφώτερος, και ο νοήμων θέλει αποκτήσει επιστήμην κυβερνήσεως·
τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται
6 ώστε να εννοή παροιμίαν και σκοτεινόν λόγον, ρήσεις σοφών και αινίγματα αυτών.
νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα
7 Αρχή σοφίας φόβος Κυρίου· οι άφρονες καταφρονούσι την σοφίαν και την διδασκαλίαν.
ἀρχὴ σοφίας φόβος θεοῦ σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν
8 Άκουε, υιέ μου, την διδασκαλίαν του πατρός σου, και μη απορρίψης τον νόμον της μητρός σου.
ἄκουε υἱέ παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου
9 Διότι ταύτα θέλουσιν είσθαι στέφανος χαρίτων εις την κορυφήν σου και περιδέραιον περί τον τράχηλόν σου.
στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ
10 Υιέ μου, εάν θελήσωσιν οι αμαρτωλοί να σε δελεάσωσι, μη θελήσης·
υἱέ μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς μηδὲ βουληθῇς ἐὰν παρακαλέσωσί σε λέγοντες
11 εάν είπωσιν, Ελθέ μεθ' ημών, ας ενεδρεύσωμεν δι' αίμα, ας επιβουλευθώμεν αναιτίως τον αθώον,
ἐλθὲ μεθ’ ἡμῶν κοινώνησον αἵματος κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως
12 Ας καταπίωμεν αυτούς ζώντας, ως ο άδης, και ολοκλήρους ως τους καταβαίνοντας εις τον λάκκον· (Sheol h7585)
καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς (Sheol h7585)
13 θέλομεν ευρεί παν πολύτιμον αγαθόν, θέλομεν γεμίσει τους οίκους ημών από λαφύρων·
τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων
14 θες τον κλήρόν σου μεταξύ ημών, εν βαλάντιον ας ήναι εις πάντας ημάς·
τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν
15 υιέ μου, μη περιπατήσης εν οδώ μετ' αυτών· άπεχε τον πόδα σου από των τρίβων αυτών·
μὴ πορευθῇς ἐν ὁδῷ μετ’ αὐτῶν ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν
16 διότι οι πόδες αυτών τρέχουσιν εις το κακόν, και σπεύδουσιν εις το να χύσωσιν αίμα.
οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα
17 Διότι ματαίως εξαπλόνεται δίκτυον έμπροσθεν των οφθαλμών παντός πτερωτού.
οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς
18 Διότι ούτοι ενεδρεύουσι κατά του ιδίου αυτών αίματος, επιβουλεύονται τας εαυτών ψυχάς·
αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή
19 Τοιαύται είναι αι οδοί παντός πλεονέκτου· η πλεονεξία αφαιρεί την ζωήν των κυριευομένων υπ' αυτής.
αὗται αἱ ὁδοί εἰσιν πάντων τῶν συντελούντων τὰ ἄνομα τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται
20 Η σοφία φωνάζει έξω, εκπέμπει την φωνήν αυτής εν ταις πλατείαις·
σοφία ἐν ἐξόδοις ὑμνεῖται ἐν δὲ πλατείαις παρρησίαν ἄγει
21 Κράζει επί κεφαλής των αγορών, εν ταις εισόδοις των πυλών· απαγγέλλει τους λόγους αυτής διά της πόλεως, λέγουσα,
ἐπ’ ἄκρων δὲ τειχέων κηρύσσεται ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει
22 Έως πότε, μωροί, θέλετε αγαπά την μωρίαν, και οι χλευασταί θέλουσιν ηδύνεσθαι εις τους χλευασμούς αυτών, και οι άφρονες θέλουσι μισεί την γνώσιν;
ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης οὐκ αἰσχυνθήσονται οἱ δὲ ἄφρονες τῆς ὕβρεως ὄντες ἐπιθυμηταί ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν
23 Επιστρέψατε προς τους ελέγχους μου· ιδού, εγώ θέλω εκχέει το πνεύμά μου εφ' υμάς, θέλω σας κάμει να νοήσητε τους λόγους μου.
καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον
24 Επειδή εγώ έκραζον, και σεις δεν υπηκούετε· εξέτεινον την χείρα μου, και ουδείς προσείχεν·
ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε
25 Αλλά κατεφρονείτε πάσας τας συμβουλάς μου και τους ελέγχους μου δεν εδέχεσθε·
ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε
26 διά τούτο και εγώ θέλω επιγελάσει εις τον όλεθρόν σας· θέλω καταχαρή, όταν επέλθη ο φόβος σας.
τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι καταχαροῦμαι δέ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος
27 Όταν ο φόβος σας επέλθη ως ερήμωσις και η καταστροφή σας εφορμήση ως ανεμοστρόβιλος, όταν η θλίψις και η στενοχωρία έλθωσιν εφ' υμάς·
καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος
28 τότε θέλουσι με επικαλεσθή, αλλά δεν θέλω αποκριθή· επιμόνως θέλουσι με εκζητήσει, αλλά δεν θέλουσι με ευρεί.
ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν
29 Διότι εμίσησαν την γνώσιν και τον φόβον του Κυρίου δεν εξέλεξαν·
ἐμίσησαν γὰρ σοφίαν τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο
30 δεν ηθέλησαν τας συμβουλάς μου· κατεφρόνησαν πάντας τους ελέγχους μου·
οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους
31 διά τούτο θέλουσι φάγει από των καρπών της οδού αυτών και θέλουσι χορτασθή από των κακοβουλιών αυτών.
τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται
32 Διότι η αποστασία των μωρών θέλει θανατώσει αυτούς, και η αμεριμνησία των αφρόνων θέλει αφανίσει αυτούς.
ἀνθ’ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ
33 Όστις όμως ακούει εμού, θέλει κατοικήσει εν ασφαλεία· και θέλει ησυχάζει, μη φοβούμενος κακόν.
ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ’ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ

< Παροιμίαι 1 >