< Δανιήλ 1 >

1 Εν τω τρίτω έτει της βασιλείας του Ιωακείμ, βασιλέως του Ιούδα, ήλθε Ναβουχοδονόσορ ο βασιλεύς της Βαβυλώνος εις Ιερουσαλήμ και επολιόρκησεν αυτήν.
ἐπὶ βασιλέως Ιωακιμ τῆς Ιουδαίας ἔτους τρίτου παραγενόμενος Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Ιερουσαλημ ἐπολιόρκει αὐτήν
2 Και παρέδωκε Κύριος εις την χείρα αυτού τον Ιωακείμ, βασιλέα του Ιούδα, και μέρος των σκευών του οίκου του Θεού· και έφερεν αυτά εις γην Σενναάρ, εις τον οίκον του θεού αυτού· και εισήγαγε τα σκεύη εις το θησαυροφυλάκιον του θεού αυτού.
καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χεῖρας αὐτοῦ καὶ Ιωακιμ τὸν βασιλέα τῆς Ιουδαίας καὶ μέρος τι τῶν ἱερῶν σκευῶν τοῦ κυρίου καὶ ἀπήνεγκεν αὐτὰ εἰς Βαβυλῶνα καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλίῳ αὐτοῦ
3 Και είπεν ο βασιλεύς προς τον Ασφενάζ τον αρχιευνούχον αυτού, να φέρη εκ των υιών Ισραήλ και εκ του σπέρματος του βασιλικού και εκ των αρχόντων
καὶ εἶπεν ὁ βασιλεὺς Αβιεσδρι τῷ ἑαυτοῦ ἀρχιευνούχῳ ἀγαγεῖν αὐτῷ ἐκ τῶν υἱῶν τῶν μεγιστάνων τοῦ Ισραηλ καὶ ἐκ τοῦ βασιλικοῦ γένους καὶ ἐκ τῶν ἐπιλέκτων
4 νεανίσκους μη έχοντας μηδένα μώμον και ωραίους την όψιν και νοήμονας εν πάση σοφία και ειδήμονας πάσης γνώσεως και έχοντας φρόνησιν και δυναμένους να ίστανται εν τω παλατίω του βασιλέως και να διδάσκη αυτούς τα γράμματα και την γλώσσαν των Χαλδαίων.
νεανίσκους ἀμώμους καὶ εὐειδεῖς καὶ ἐπιστήμονας ἐν πάσῃ σοφίᾳ καὶ γραμματικοὺς καὶ συνετοὺς καὶ σοφοὺς καὶ ἰσχύοντας ὥστε εἶναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως καὶ διδάξαι αὐτοὺς γράμματα καὶ διάλεκτον Χαλδαϊκὴν
5 Και διέταξεν εις αυτούς ο βασιλεύς καθημερινήν μερίδα από των βασιλικών εδεσμάτων και από του οίνου, τον οποίον αυτός έπινε· και αφού ανατραφώσι τρία έτη, να ίστανται μετά ταύτα ενώπιον του βασιλέως.
καὶ δίδοσθαι αὐτοῖς ἔκθεσιν ἐκ τοῦ οἴκου τοῦ βασιλέως καθ’ ἑκάστην ἡμέραν καὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης καὶ ἀπὸ τοῦ οἴνου οὗ πίνει ὁ βασιλεύς καὶ ἐκπαιδεῦσαι αὐτοὺς ἔτη τρία καὶ ἐκ τούτων στῆσαι ἔμπροσθεν τοῦ βασιλέως
6 Και μεταξύ τούτων ήσαν, εκ των υιών Ιούδα, Δανιήλ, Ανανίας, Μισαήλ και Αζαρίας·
καὶ ἦσαν ἐκ τοῦ γένους τῶν υἱῶν Ισραηλ τῶν ἀπὸ τῆς Ιουδαίας Δανιηλ Ανανιας Μισαηλ Αζαριας
7 εις τους οποίους ο αρχιευνούχος επέθηκεν ονόματα· και τον μεν Δανιήλ ωνόμασε Βαλτασάσαρ· τον δε Ανανίαν Σεδράχ· τον δε Μισαήλ Μισάχ· και τον Αζαρίαν Αβδέ-νεγώ.
καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα τῷ μὲν Δανιηλ Βαλτασαρ τῷ δὲ Ανανια Σεδραχ καὶ τῷ Μισαηλ Μισαχ καὶ τῷ Αζαρια Αβδεναγω
8 Αλλ' ο Δανιήλ έβαλεν εν τη καρδία αυτού να μη μιανθή από των εδεσμάτων του βασιλέως ουδέ από του οίνου τον οποίον εκείνος έπινε· διά τούτο παρεκάλεσε τον αρχιευνούχον να μη μιανθή.
καὶ ἐνεθυμήθη Δανιηλ ἐν τῇ καρδίᾳ ὅπως μὴ ἀλισγηθῇ ἐν τῷ δείπνῳ τοῦ βασιλέως καὶ ἐν ᾧ πίνει οἴνῳ καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ἵνα μὴ συμμολυνθῇ
9 Και έκαμεν ο Θεός τον Δανιήλ να εύρη χάριν και έλεος ενώπιον του αρχιευνούχου.
καὶ ἔδωκε κύριος τῷ Δανιηλ τιμὴν καὶ χάριν ἐναντίον τοῦ ἀρχιευνούχου
10 Και είπεν ο αρχιευνούχος προς τον Δανιήλ, Εγώ φοβούμαι τον κύριόν μου τον βασιλέα, όστις διέταξε το φαγητόν σας και το ποτόν σας, μήποτε ίδη τα πρόσωπά σας σκυθρωπότερα παρά των νεανίσκων των συνομηλίκων σας, και ενοχοποιήσητε την κεφαλήν μου εις τον βασιλέα.
καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιηλ ἀγωνιῶ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν ἵνα μὴ ἴδῃ τὰ πρόσωπα ὑμῶν διατετραμμένα καὶ ἀσθενῆ παρὰ τοὺς συντρεφομένους ὑμῖν νεανίας τῶν ἀλλογενῶν καὶ κινδυνεύσω τῷ ἰδίῳ τραχήλῳ
11 Και είπεν ο Δανιήλ προς τον Αμελσάρ, τον οποίον ο αρχιευνούχος κατέστησεν επί τον Δανιήλ, τον Ανανίαν, τον Μισαήλ και τον Αζαρίαν,
καὶ εἶπεν Δανιηλ Αβιεσδρι τῷ ἀναδειχθέντι ἀρχιευνούχῳ ἐπὶ τὸν Δανιηλ Ανανιαν Μισαηλ Αζαριαν
12 Δοκίμασον, παρακαλώ, τους δούλους σου δέκα ημέρας· και ας δοθώσιν εις ημάς όσπρια να τρώγωμεν και ύδωρ να πίνωμεν·
πείρασον δὴ τοὺς παῖδάς σου ἐφ’ ἡμέρας δέκα καὶ δοθήτω ἡμῖν ἀπὸ τῶν ὀσπρίων τῆς γῆς ὥστε κάπτειν καὶ ὑδροποτεῖν
13 έπειτα ας θεωρηθώσι τα πρόσωπα ημών ενώπιόν σου και το πρόσωπον των νεανίσκων, οίτινες τρώγουσιν από των εδεσμάτων του βασιλέως· και όπως ίδης, κάμε με τους δούλους σου.
καὶ ἐὰν φανῇ ἡ ὄψις ἡμῶν διατετραμμένη παρὰ τοὺς ἄλλους νεανίσκους τοὺς ἐσθίοντας ἀπὸ τοῦ βασιλικοῦ δείπνου καθὼς ἐὰν θέλῃς οὕτω χρῆσαι τοῖς παισί σου
14 Και εισήκουσεν αυτών εις τούτο το πράγμα και εδοκίμασεν αυτούς δέκα ημέρας.
καὶ ἐχρήσατο αὐτοῖς τὸν τρόπον τοῦτον καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα
15 Και μετά το τέλος των δέκα ημερών τα πρόσωπα αυτών εφάνησαν ώραιότερα και παχύτερα εις την σάρκα παρά πάντων των νεανίσκων, οίτινες έτρωγον τα εδέσματα του βασιλέως.
μετὰ δὲ τὰς δέκα ἡμέρας ἐφάνη ἡ ὄψις αὐτῶν καλὴ καὶ ἡ ἕξις τοῦ σώματος κρείσσων τῶν ἄλλων νεανίσκων τῶν ἐσθιόντων τὸ βασιλικὸν δεῖπνον
16 Και αφήρει ο Αμελσάρ το φαγητόν αυτών και τον οίνον τον οποίον έπρεπε να πίνωσι και έδιδεν εις αυτούς όσπρια.
καὶ ἦν Αβιεσδρι ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον αὐτῶν καὶ ἀντεδίδου αὐτοῖς ἀπὸ τῶν ὀσπρίων
17 Και εις τους τέσσαρας τούτους νεανίσκους έδωκεν ο Θεός γνώσιν και σύνεσιν εις πάσαν μάθησιν και σοφίαν, και κατέστησε τον Δανιήλ νοήμονα εις πάσαν όρασιν και ενύπνιον.
καὶ τοῖς νεανίσκοις ἔδωκεν ὁ κύριος ἐπιστήμην καὶ σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ τέχνῃ καὶ τῷ Δανιηλ ἔδωκε σύνεσιν ἐν παντὶ ῥήματι καὶ ὁράματι καὶ ἐνυπνίοις καὶ ἐν πάσῃ σοφίᾳ
18 Και εν τω τέλει των ημερών, ότε ο βασιλεύς είπε να εισάξωσιν αυτούς, ο αρχιευνούχος εισήξεν αυτούς ενώπιον του Ναβουχοδονόσορ.
μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπέταξεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς καὶ εἰσήχθησαν ἀπὸ τοῦ ἀρχιευνούχου πρὸς τὸν βασιλέα Ναβουχοδονοσορ
19 Και ελάλησε μετ' αυτών ο βασιλεύς· και δεν ευρέθη μεταξύ πάντων αυτών όμοιος του Δανιήλ, του Ανανία, του Μισαήλ και του Αζαρία, και ίσταντο ενώπιον του βασιλέως.
καὶ ὡμίλησεν αὐτοῖς ὁ βασιλεύς καὶ οὐχ εὑρέθη ἐν τοῖς σοφοῖς ὅμοιος τῷ Δανιηλ καὶ Ανανια καὶ Μισαηλ καὶ Αζαρια καὶ ἦσαν παρὰ τῷ βασιλεῖ
20 Και εν πάση υποθέσει σοφίας και νοήσεως, περί της οποίας ο βασιλεύς ηρώτησεν αυτούς, εύρηκεν αυτούς δεκαπλασίως καλητέρους παρά πάντας τους μάγους και επαοιδούς, όσοι ήσαν εν παντί τω βασιλείω αυτού.
καὶ ἐν παντὶ λόγῳ καὶ συνέσει καὶ παιδείᾳ ὅσα ἐζήτησε παρ’ αὐτῶν ὁ βασιλεύς κατέλαβεν αὐτοὺς σοφωτέρους δεκαπλασίως ὑπὲρ τοὺς σοφιστὰς καὶ τοὺς φιλοσόφους τοὺς ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐδόξασεν αὐτοὺς ὁ βασιλεὺς
21 Και διέμενεν ο Δανιήλ ούτως έως του πρώτου έτους Κύρου του βασιλέως.
καὶ ἦν Δανιηλ ἕως τοῦ πρώτου ἔτους τῆς βασιλείας Κύρου βασιλέως Περσῶν

< Δανιήλ 1 >