< Ὡσηέʹ 1 >

1 Ο λόγος του Κυρίου ο γενόμενος προς Ωσηέ τον υιόν του Βεηρί, εν ταις ημέραις Οζίου, Ιωάθαμ, Άχαζ και Εζεκίου, βασιλέων του Ιούδα, και εν ταις ημέραις Ιεροβοάμ, υιού του Ιωάς, βασιλέως του Ισραήλ.
λόγος κυρίου ὃς ἐγενήθη πρὸς Ωσηε τὸν τοῦ Βεηρι ἐν ἡμέραις Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ υἱοῦ Ιωας βασιλέως Ισραηλ
2 Αρχή του λόγου του Κυρίου διά του Ωσηέ. Και είπε Κύριος προς τον Ωσηέ, Ύπαγε, λάβε εις σεαυτόν γυναίκα πορνείας και τέκνα πορνείας· διότι η γη κατεπόρνευσε, εκκλίνασα από όπισθεν του Κυρίου.
ἀρχὴ λόγου κυρίου πρὸς Ωσηε καὶ εἶπεν κύριος πρὸς Ωσηε βάδιζε λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου
3 Και υπήγε και έλαβε την Γόμερ, θυγατέρα του Δεβηλαΐμ· και συνέλαβε και εγέννησεν εις αυτόν υιόν.
καὶ ἐπορεύθη καὶ ἔλαβεν τὴν Γομερ θυγατέρα Δεβηλαιμ καὶ συνέλαβεν καὶ ἔτεκεν αὐτῷ υἱόν
4 Και είπε Κύριος προς αυτόν, Κάλεσον το όνομα αυτού Ιεζραέλ· διότι έτι ολίγον και θέλω εκδικήσει το αίμα του Ιεζραέλ επί τον οίκον Ιηού, και θέλω καταπαύσει την βασιλείαν του οίκου Ισραήλ.
καὶ εἶπεν κύριος πρὸς αὐτόν κάλεσον τὸ ὄνομα αὐτοῦ Ιεζραελ διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ιεζραελ ἐπὶ τὸν οἶκον Ιου καὶ καταπαύσω βασιλείαν οἴκου Ισραηλ
5 Και εν τη ημέρα εκείνη θέλω συντρίψει το τόξον του Ισραήλ εν τη κοιλάδι του Ιεζραέλ.
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ισραηλ ἐν τῇ κοιλάδι τοῦ Ιεζραελ
6 Και συνέλαβεν έτι και εγέννησε θυγατέρα. Και είπε προς αυτόν, Κάλεσον το όνομα αυτής Λό-ρουχαμμά· διότι δεν θέλω ελεήσει πλέον τον οίκον Ισραήλ αλλά θέλω σηκώσει αυτούς διόλου.
καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα καὶ εἶπεν αὐτῷ κάλεσον τὸ ὄνομα αὐτῆς Οὐκ‐ἠλεημένη διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Ισραηλ ἀλλ’ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς
7 Τον δε οίκον Ιούδα θέλω ελεήσει και θέλω σώσει αυτούς διά Κυρίου του Θεού αυτών, και δεν θέλω σώσει αυτούς διά τόξου ουδέ διά ρομφαίας ουδέ διά πολέμου, διά ίππων ουδέ διά ιππέων.
τοὺς δὲ υἱοὺς Ιουδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ῥομφαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἅρμασιν οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππεῦσιν
8 Και αφού απεγαλάκτισε την Λό-ρουχαμμά, συνέλαβε και εγέννησεν υιόν.
καὶ ἀπεγαλάκτισεν τὴν Οὐκ‐ἠλεημένην καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν
9 Και είπε Κύριος, Κάλεσον το όνομα αυτού Λό-αμμί· διότι σεις δεν είσθε λαός μου και εγώ δεν θέλω είσθαι υμών.
καὶ εἶπεν κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ‐λαός‐μου διότι ὑμεῖς οὐ λαός μου καὶ ἐγὼ οὔκ εἰμι ὑμῶν
10 Ο αριθμός όμως των υιών Ισραήλ θέλει είσθαι ως η άμμος της θαλάσσης, ήτις δεν δύναται να μετρηθή ουδέ να εξαριθμηθή και εν τω τόπω όπου ελέχθη προς αυτούς, δεν είσθε λαός μου, εκεί θέλει λεχθή προς αυτούς, Υιοί του Θεού του ζώντος.
καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ισραηλ ὡς ἡ ἄμμος τῆς θαλάσσης ἣ οὐκ ἐκμετρηθήσεται οὐδὲ ἐξαριθμηθήσεται καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος
11 Τότε θέλουσι συναχθή ομού οι υιοί Ιούδα και οι υιοί Ισραήλ, και θέλουσι καταστήσει εις εαυτούς αρχηγόν ένα, και θέλουσιν αναβή εκ της γής· διότι μεγάλη θέλει είσθαι η ημέρα του Ιεζραέλ.
καὶ συναχθήσονται οἱ υἱοὶ Ιουδα καὶ οἱ υἱοὶ Ισραηλ ἐπὶ τὸ αὐτὸ καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ιεζραελ

< Ὡσηέʹ 1 >