< Ἰεζεκιήλ 1 >

1 Εν τω τριακοστώ έτει, τω τετάρτω μηνί, τη πέμπτη του μηνός, ενώ ήμην μεταξύ των αιχμαλώτων παρά τον ποταμόν Χεβάρ, ηνοίχθησαν οι ουρανοί και είδον οράματα του Θεού·
καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ ἠνοίχθησαν οἱ οὐρανοί καὶ εἶδον ὁράσεις θεοῦ
2 τη πέμπτη του μηνός του έτους τούτου, του πέμπτου της αιχμαλωσίας του βασιλέως Ιωαχείν,
πέμπτῃ τοῦ μηνός τοῦτο τὸ ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως Ιωακιμ
3 έγεινε ρητώς λόγος Κυρίου προς τον Ιεζεκιήλ υιόν του Βουζεί τον ιερέα, εν τη γη των Χαλδαίων παρά τον ποταμόν Χεβάρ, και εκεί εστάθη η χειρ του Κυρίου επ' αυτόν.
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιεζεκιηλ υἱὸν Βουζι τὸν ἱερέα ἐν γῇ Χαλδαίων ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου
4 Και είδον και ιδού, ανεμοστρόβιλος ήρχετο από βορρά, νέφος μέγα και πυρ συστρεφόμενον· πέριξ δε τούτου λάμψις και εκ μέσου αυτού εφαίνετο ως όψις ηλέκτρου, εκ μέσου του πυρός.
καὶ εἶδον καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βορρᾶ καὶ νεφέλη μεγάλη ἐν αὐτῷ καὶ φέγγος κύκλῳ αὐτοῦ καὶ πῦρ ἐξαστράπτον καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς καὶ φέγγος ἐν αὐτῷ
5 Και εκ μέσου αυτού εφαίνετο τεσσάρων ζώων ομοίωμα. Και η θέα αυτών ήτο αύτη· είχον ομοίωμα ανθρώπου.
καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζῴων καὶ αὕτη ἡ ὅρασις αὐτῶν ὁμοίωμα ἀνθρώπου ἐπ’ αὐτοῖς
6 Και έκαστον είχε τέσσαρα πρόσωπα και έκαστον αυτών είχε τέσσαρας πτέρυγας.
καὶ τέσσαρα πρόσωπα τῷ ἑνί καὶ τέσσαρες πτέρυγες τῷ ἑνί
7 Και οι πόδες αυτών ήσαν πόδες ορθοί, και το ίχνος του ποδός αυτών όμοιον με ίχνος ποδός μόσχου· και εσπινθηροβόλουν ως όψις χαλκού στίλβοντος.
καὶ τὰ σκέλη αὐτῶν ὀρθά καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν καὶ σπινθῆρες ὡς ἐξαστράπτων χαλκός καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν
8 Και είχον χείρας ανθρώπου υποκάτωθεν των πτερύγων αυτών, εις τα τέσσαρα αυτών μέρη· και τα τέσσαρα είχον τα πρόσωπα αυτών και τας πτέρυγας αυτών.
καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων
9 Αι πτέρυγες αυτών συνείχοντο η μία μετά της άλλης· δεν εστρέφοντο ενώ εβάδιζον· κατέναντι του προσώπου αυτών επορεύοντο έκαστον.
οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά ἕκαστον κατέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο
10 Περί δε του ομοιώματος του προσώπου αυτών, τα τέσσαρα είχον πρόσωπον ανθρώπου, και πρόσωπον λέοντος κατά το δεξιόν μέρος· και τα τέσσαρα είχον πρόσωπον βοός κατά το αριστερόν· είχον και τα τέσσαρα πρόσωπον αετού.
καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσιν καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσιν καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσιν
11 Και τα πρόσωπα αυτών και αι πτέρυγες αυτών ήσαν διηρημέναι προς τα άνω· δύο εκάστου συνείχοντο η μία μετά της άλλης και δύο εκάλυπτον τα σώματα αυτών.
καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν
12 Και επορεύοντο έκαστον κατέναντι του προσώπου αυτού· όπου το πνεύμα εφέρετο, εκεί εβάδιζον· ενώ εβάδιζον, δεν εστρέφοντο.
καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον
13 Περί δε του ομοιώματος των ζώων, η θέα αυτών ήτο ως καιόμενοι άνθρακες πυρός, ως θέα λαμπάδων· τούτο συνεστρέφετο μεταξύ των ζώων· και ήτο το πυρ λαμπρόν, και αστραπή εξήρχετο από του πυρός.
καὶ ἐν μέσῳ τῶν ζῴων ὅρασις ὡς ἀνθράκων πυρὸς καιομένων ὡς ὄψις λαμπάδων συστρεφομένων ἀνὰ μέσον τῶν ζῴων καὶ φέγγος τοῦ πυρός καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή
14 Και τα ζώα έτρεχον και επέστρεφον ως η θέα της αστραπής.
15 Και ως είδον τα ζώα, ιδού, τροχός εις επί την γην, πλησίον των ζώων εις τα τέσσαρα αυτών πρόσωπα.
καὶ εἶδον καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζῴων τοῖς τέσσαρσιν
16 Η θέα των τροχών και η εργασία αυτών ήσαν ως όψις βηρύλλου· και οι τέσσαρες είχον το αυτό ομοίωμα· και η θέα αυτών και η εργασία αυτών ήσαν ως εάν ήτο τροχός εν μέσω τροχού.
καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσις καὶ ὁμοίωμα ἓν τοῖς τέσσαρσιν καὶ τὸ ἔργον αὐτῶν ἦν καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ
17 Ότε εβάδιζον, εκινούντο κατά τα τέσσαρα αυτών πλάγια· δεν εστρέφοντο ενώ εβάδιζον.
ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτὰ
18 Οι δε κύκλοι αυτών ήσαν τόσον υψηλοί, ώστε έκαμνον φόβον· και οι κύκλοι αυτών πλήρεις οφθαλμών κύκλω των τεσσάρων τούτων.
οὐδ’ οἱ νῶτοι αὐτῶν καὶ ὕψος ἦν αὐτοῖς καὶ εἶδον αὐτά καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν
19 Και ότε τα ζώα επορεύοντο, επορεύοντο οι τροχοί πλησίον αυτών· και ότε τα ζώα υψόνοντο από της γης, υψόνοντο και οι τροχοί.
καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς ἐξῄροντο οἱ τροχοί
20 Όπου ήτο να υπάγη το πνεύμα, εκεί επορεύοντο, εκεί το πνεύμα ήτο να υπάγη· και οι τροχοί υψόνοντο απέναντι τούτων, διότι το πνεύμα των ζώων ήτο εν τοις τροχοίς.
οὗ ἂν ἦν ἡ νεφέλη ἐκεῖ τὸ πνεῦμα τοῦ πορεύεσθαι ἐπορεύοντο τὰ ζῷα καὶ οἱ τροχοὶ καὶ ἐξῄροντο σὺν αὐτοῖς διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς
21 Ότε εκείνα επορεύοντο, επορεύοντο και ούτοι· και ότε εκείνα ίσταντο, ίσταντο και ούτοι· ότε δε εκείνα υψόνοντο από της γης, και οι τροχοί υψόνοντο απέναντι αυτών, διότι το πνεύμα των ζώων ήτο εν τοις τροχοίς.
ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς
22 Και το ομοίωμα του στερεώματος του επάνωθεν της κεφαλής των ζώων ήτο ως όψις φοβερού κρυστάλλου, εξηπλωμένου υπέρ τας κεφαλάς αυτών.
καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτοῖς τῶν ζῴων ὡσεὶ στερέωμα ὡς ὅρασις κρυστάλλου ἐκτεταμένον ἐπὶ τῶν πτερύγων αὐτῶν ἐπάνωθεν
23 Υποκάτω δε του στερεώματος ήσαν εκτεταμέναι αι πτέρυγες αυτών, η μία προς την άλλην· δύο είχεν έκαστον, με τας οποίας εκάλυπτον τα σώματα αυτών.
καὶ ὑποκάτω τοῦ στερεώματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι πτερυσσόμεναι ἑτέρα τῇ ἑτέρᾳ ἑκάστῳ δύο συνεζευγμέναι ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν
24 Και ότε επορεύοντο, ήκουον τον ήχον των πτερύγων αυτών, ως ήχον υδάτων πολλών, ως φωνήν του Παντοδυνάμου, και την φωνήν της λαλιάς ως φωνήν στρατοπέδου· ότε ίσταντο, κατεβίβαζον τας πτέρυγας αυτών.
καὶ ἤκουον τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πορεύεσθαι αὐτὰ ὡς φωνὴν ὕδατος πολλοῦ καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν
25 Και εγίνετο φωνή άνωθεν εκ του στερεώματος του υπέρ την κεφαλήν αυτών· ότε ίσταντο, κατεβίβαζον τας πτέρυγας αυτών.
καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν
26 Υπεράνωθεν δε του στερεώματος του υπέρ την κεφαλήν αυτών εφαίνετο ομοίωμα θρόνου, ως θέα λίθου σαπφείρου· και επί του ομοιώματος του θρόνου ομοίωμα ως θέα ανθρώπου καθημένου επ' αυτόν άνωθεν.
ὡς ὅρασις λίθου σαπφείρου ὁμοίωμα θρόνου ἐπ’ αὐτοῦ καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν
27 Και είδον ως όψιν ηλέκτρου, ως θέαν πυρός εν αυτώ κύκλω, από της θέας της οσφύος αυτού και επάνω· και από της θέας της οσφύος αυτού και κάτω είδον ως θέαν πυρός, και είχε λάμψιν κύκλω.
καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω εἶδον ὡς ὅρασιν πυρὸς καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ
28 Ως η θέα του τόξου, του γινομένον εν τη νεφέλη εν ημέρα βροχής, ούτως ήτο η θέα της λάμψεως κύκλω. Αύτη ήτο η θέα του ομοιώματος της δόξης του Κυρίου. Και ότε είδον, έπεσον επί πρόσωπόν μου και ήκουσα φωνήν λαλούντος.
ὡς ὅρασις τόξου ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ οὕτως ἡ στάσις τοῦ φέγγους κυκλόθεν αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης κυρίου καὶ εἶδον καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἤκουσα φωνὴν λαλοῦντος

< Ἰεζεκιήλ 1 >