< Προς Φιλιππησιους 1 >

1 παυλοσ και τιμοθεοσ δουλοι ιησου χριστου πασιν τοισ αγιοισ εν χριστω ιησου τοισ ουσιν εν φιλιπποισ συν επισκοποισ και διακονοισ
Παῦλος καὶ Τιμόθεος δοῦλοι Χριστοῦ Ἰησοῦ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις.
2 χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3 ευχαριστω τω θεω μου επι παση τη μνεια υμων
Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν,
4 παντοτε εν παση δεησει μου υπερ παντων υμων μετα χαρασ την δεησιν ποιουμενοσ
πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,
5 επι τη κοινωνια υμων εισ το ευαγγελιον απο πρωτησ ημερασ αχρι του νυν
ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
6 πεποιθωσ αυτο τουτο οτι ο εναρξαμενοσ εν υμιν εργον αγαθον επιτελεσει αχρι ημερασ χριστου ιησου
πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστοῦ Ἰησοῦ·
7 καθωσ εστιν δικαιον εμοι τουτο φρονειν υπερ παντων υμων δια το εχειν με εν τη καρδια υμασ εν τε τοισ δεσμοισ μου και εν τη απολογια και βεβαιωσει του ευαγγελιου συγκοινωνουσ μου τησ χαριτοσ παντασ υμασ οντασ
καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συνκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
8 μαρτυσ γαρ μου εστιν ο θεοσ ωσ επιποθω παντασ υμασ εν σπλαγχνοισ ιησου χριστου
μάρτυς γάρ μου ὁ θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ.
9 και τουτο προσευχομαι ινα η αγαπη υμων ετι μαλλον και μαλλον περισσευη εν επιγνωσει και παση αισθησει
καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει,
10 εισ το δοκιμαζειν υμασ τα διαφεροντα ινα ητε ειλικρινεισ και απροσκοποι εισ ημεραν χριστου
εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ,
11 πεπληρωμενοι καρπων δικαιοσυνησ των δια ιησου χριστου εισ δοξαν και επαινον θεου
πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ.
12 γινωσκειν δε υμασ βουλομαι αδελφοι οτι τα κατ εμε μαλλον εισ προκοπην του ευαγγελιου εληλυθεν
Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν,
13 ωστε τουσ δεσμουσ μου φανερουσ εν χριστω γενεσθαι εν ολω τω πραιτωριω και τοισ λοιποισ πασιν
ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν,
14 και τουσ πλειονασ των αδελφων εν κυριω πεποιθοτασ τοισ δεσμοισ μου περισσοτερωσ τολμαν αφοβωσ τον λογον λαλειν
καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον τοῦ θεοῦ λαλεῖν.
15 τινεσ μεν και δια φθονον και εριν τινεσ δε και δι ευδοκιαν τον χριστον κηρυσσουσιν
τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν·
16 οι μεν εξ εριθειασ τον χριστον καταγγελλουσιν ουχ αγνωσ οιομενοι θλιψιν επιφερειν τοισ δεσμοισ μου
οἱ μὲν ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι,
17 οι δε εξ αγαπησ ειδοτεσ οτι εισ απολογιαν του ευαγγελιου κειμαι
οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου.
18 τι γαρ πλην παντι τροπω ειτε προφασει ειτε αληθεια χριστοσ καταγγελλεται και εν τουτω χαιρω αλλα και χαρησομαι
τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω. ἀλλὰ καὶ χαρήσομαι·
19 οιδα γαρ οτι τουτο μοι αποβησεται εισ σωτηριαν δια τησ υμων δεησεωσ και επιχορηγιασ του πνευματοσ ιησου χριστου
οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ,
20 κατα την αποκαραδοκιαν και ελπιδα μου οτι εν ουδενι αισχυνθησομαι αλλ εν παση παρρησια ωσ παντοτε και νυν μεγαλυνθησεται χριστοσ εν τω σωματι μου ειτε δια ζωησ ειτε δια θανατου
κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ’ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
21 εμοι γαρ το ζην χριστοσ και το αποθανειν κερδοσ
Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος.
22 ει δε το ζην εν σαρκι τουτο μοι καρποσ εργου και τι αιρησομαι ου γνωριζω
εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι οὐ γνωρίζω.
23 συνεχομαι δε εκ των δυο την επιθυμιαν εχων εισ το αναλυσαι και συν χριστω ειναι πολλω μαλλον κρεισσον
συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον·
24 το δε επιμενειν εν τη σαρκι αναγκαιοτερον δι υμασ
τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς.
25 και τουτο πεποιθωσ οιδα οτι μενω και συμπαραμενω πασιν υμιν εισ την υμων προκοπην και χαραν τησ πιστεωσ
καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,
26 ινα το καυχημα υμων περισσευη εν χριστω ιησου εν εμοι δια τησ εμησ παρουσιασ παλιν προσ υμασ
ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
27 μονον αξιωσ του ευαγγελιου του χριστου πολιτευεσθε ινα ειτε ελθων και ιδων υμασ ειτε απων ακουσω τα περι υμων οτι στηκετε εν ενι πνευματι μια ψυχη συναθλουντεσ τη πιστει του ευαγγελιου
Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,
28 και μη πτυρομενοι εν μηδενι υπο των αντικειμενων ητισ αυτοισ μεν εστιν ενδειξισ απωλειασ υμιν δε σωτηριασ και τουτο απο θεου
καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ·
29 οτι υμιν εχαρισθη το υπερ χριστου ου μονον το εισ αυτον πιστευειν αλλα και το υπερ αυτου πασχειν
ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν,
30 τον αυτον αγωνα εχοντεσ οιον ειδετε εν εμοι και νυν ακουετε εν εμοι
τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.

< Προς Φιλιππησιους 1 >