< Προς Κολοσσαεις 1 >

1 παυλοσ αποστολοσ ιησου χριστου δια θεληματοσ θεου και τιμοθεοσ ο αδελφοσ
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς
2 τοισ εν κολασσαισ αγιοισ και πιστοισ αδελφοισ εν χριστω χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν.
3 ευχαριστουμεν τω θεω και πατρι του κυριου ημων ιησου χριστου παντοτε περι υμων προσευχομενοι
Εὐχαριστοῦμεν τῷ θεῷ καὶ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι,
4 ακουσαντεσ την πιστιν υμων εν χριστω ιησου και την αγαπην την εισ παντασ τουσ αγιουσ
ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους
5 δια την ελπιδα την αποκειμενην υμιν εν τοισ ουρανοισ ην προηκουσατε εν τω λογω τησ αληθειασ του ευαγγελιου
διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου
6 του παροντοσ εισ υμασ καθωσ και εν παντι τω κοσμω και εστιν καρποφορουμενον και αυξανομενον καθωσ και εν υμιν αφ ησ ημερασ ηκουσατε και επεγνωτε την χαριν του θεου εν αληθεια
τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ·
7 καθωσ και εμαθετε απο επαφρα του αγαπητου συνδουλου ημων οσ εστιν πιστοσ υπερ υμων διακονοσ του χριστου
καθὼς ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ,
8 ο και δηλωσασ ημιν την υμων αγαπην εν πνευματι
ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.
9 δια τουτο και ημεισ αφ ησ ημερασ ηκουσαμεν ου παυομεθα υπερ υμων προσευχομενοι και αιτουμενοι ινα πληρωθητε την επιγνωσιν του θεληματοσ αυτου εν παση σοφια και συνεσει πνευματικη
Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ,
10 περιπατησαι υμασ αξιωσ του κυριου εισ πασαν αρεσκειαν εν παντι εργω αγαθω καρποφορουντεσ και αυξανομενοι εισ την επιγνωσιν του θεου
περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ,
11 εν παση δυναμει δυναμουμενοι κατα το κρατοσ τησ δοξησ αυτου εισ πασαν υπομονην και μακροθυμιαν μετα χαρασ
ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, μετὰ χαρᾶς
12 ευχαριστουντεσ τω πατρι τω ικανωσαντι ημασ εισ την μεριδα του κληρου των αγιων εν τω φωτι
εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί·
13 οσ ερρυσατο ημασ εκ τησ εξουσιασ του σκοτουσ και μετεστησεν εισ την βασιλειαν του υιου τησ αγαπησ αυτου
ὃς ἐρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,
14 εν ω εχομεν την απολυτρωσιν την αφεσιν των αμαρτιων
ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν·
15 οσ εστιν εικων του θεου του αορατου πρωτοτοκοσ πασησ κτισεωσ
ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως,
16 οτι εν αυτω εκτισθη τα παντα τα εν τοισ ουρανοισ και τα επι τησ γησ τα ορατα και τα αορατα ειτε θρονοι ειτε κυριοτητεσ ειτε αρχαι ειτε εξουσιαι τα παντα δι αυτου και εισ αυτον εκτισται
ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται,
17 και αυτοσ εστιν προ παντων και τα παντα εν αυτω συνεστηκεν
καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.
18 και αυτοσ εστιν η κεφαλη του σωματοσ τησ εκκλησιασ οσ εστιν αρχη πρωτοτοκοσ εκ των νεκρων ινα γενηται εν πασιν αυτοσ πρωτευων
καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,
19 οτι εν αυτω ευδοκησεν παν το πληρωμα κατοικησαι
ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι
20 και δι αυτου αποκαταλλαξαι τα παντα εισ αυτον ειρηνοποιησασ δια του αιματοσ του σταυρου αυτου δι αυτου ειτε τα επι τησ γησ ειτε τα επι τοισ ουρανοισ
καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι’ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.
21 και υμασ ποτε οντασ απηλλοτριωμενουσ και εχθρουσ τη διανοια εν τοισ εργοισ τοισ πονηροισ νυνι δε αποκατηλλαξεν
καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν
22 εν τω σωματι τησ σαρκοσ αυτου δια του θανατου παραστησαι υμασ αγιουσ και αμωμουσ και ανεγκλητουσ κατενωπιον αυτου
ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ,
23 ειγε επιμενετε τη πιστει τεθεμελιωμενοι και εδραιοι και μη μετακινουμενοι απο τησ ελπιδοσ του ευαγγελιου ου ηκουσατε του κηρυχθεντοσ εν παση τη κτισει τη υπο τον ουρανον ου εγενομην εγω παυλοσ διακονοσ
εἴγε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
24 νυν χαιρω εν τοισ παθημασιν υπερ υμων και ανταναπληρω τα υστερηματα των θλιψεων του χριστου εν τη σαρκι μου υπερ του σωματοσ αυτου ο εστιν η εκκλησια
Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία,
25 ησ εγενομην εγω διακονοσ κατα την οικονομιαν του θεου την δοθεισαν μοι εισ υμασ πληρωσαι τον λογον του θεου
ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ,
26 το μυστηριον το αποκεκρυμμενον απο των αιωνων και απο των γενεων νυνι δε εφανερωθη τοισ αγιοισ αυτου (aiōn g165)
τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, (aiōn g165)
27 οισ ηθελησεν ο θεοσ γνωρισαι τι το πλουτοσ τησ δοξησ του μυστηριου τουτου εν τοισ εθνεσιν οσ εστιν χριστοσ εν υμιν η ελπισ τησ δοξησ
οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης,
28 ον ημεισ καταγγελλομεν νουθετουντεσ παντα ανθρωπον και διδασκοντεσ παντα ανθρωπον εν παση σοφια ινα παραστησωμεν παντα ανθρωπον τελειον εν χριστω ιησου
ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ·
29 εισ ο και κοπιω αγωνιζομενοσ κατα την ενεργειαν αυτου την ενεργουμενην εν εμοι εν δυναμει
εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.

< Προς Κολοσσαεις 1 >