< Προς Εφεσιους 6 >

1 τα τεκνα υπακουετε τοισ γονευσιν υμων εν κυριω τουτο γαρ εστιν δικαιον
Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστιν δίκαιον.
2 τιμα τον πατερα σου και την μητερα ητισ εστιν εντολη πρωτη εν επαγγελια
τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,
3 ινα ευ σοι γενηται και εση μακροχρονιοσ επι τησ γησ
ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
4 και οι πατερεσ μη παροργιζετε τα τεκνα υμων αλλ εκτρεφετε αυτα εν παιδεια και νουθεσια κυριου
Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.
5 οι δουλοι υπακουετε τοισ κυριοισ κατα σαρκα μετα φοβου και τρομου εν απλοτητι τησ καρδιασ υμων ωσ τω χριστω
Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι καρδίας ὑμῶν ὡς τῷ Χριστῷ,
6 μη κατ οφθαλμοδουλειαν ωσ ανθρωπαρεσκοι αλλ ωσ δουλοι του χριστου ποιουντεσ το θελημα του θεου εκ ψυχησ
μὴ κατ’ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ’ ὡς δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς,
7 μετ ευνοιασ δουλευοντεσ ωσ τω κυριω και ουκ ανθρωποισ
μετ’ εὐνοίας δουλεύοντες, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
8 ειδοτεσ οτι ο εαν τι εκαστοσ ποιηση αγαθον τουτο κομιειται παρα του κυριου ειτε δουλοσ ειτε ελευθεροσ
εἰδότες ὅτι ἕκαστος, ἐάν τι ποιήσῃ ἀγαθόν, τοῦτο κομίσεται παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.
9 και οι κυριοι τα αυτα ποιειτε προσ αυτουσ ανιεντεσ την απειλην ειδοτεσ οτι και υμων αυτων ο κυριοσ εστιν εν ουρανοισ και προσωποληψια ουκ εστιν παρ αυτω
Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρ’ αὐτῷ.
10 το λοιπον αδελφοι μου ενδυναμουσθε εν κυριω και εν τω κρατει τησ ισχυοσ αυτου
Τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.
11 ενδυσασθε την πανοπλιαν του θεου προσ το δυνασθαι υμασ στηναι προσ τασ μεθοδειασ του διαβολου
ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδίας τοῦ διαβόλου·
12 οτι ουκ εστιν ημιν η παλη προσ αιμα και σαρκα αλλα προσ τασ αρχασ προσ τασ εξουσιασ προσ τουσ κοσμοκρατορασ του σκοτουσ του αιωνοσ τουτου προσ τα πνευματικα τησ πονηριασ εν τοισ επουρανιοισ (aiōn g165)
ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. (aiōn g165)
13 δια τουτο αναλαβετε την πανοπλιαν του θεου ινα δυνηθητε αντιστηναι εν τη ημερα τη πονηρα και απαντα κατεργασαμενοι στηναι
διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
14 στητε ουν περιζωσαμενοι την οσφυν υμων εν αληθεια και ενδυσαμενοι τον θωρακα τησ δικαιοσυνησ
στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης,
15 και υποδησαμενοι τουσ ποδασ εν ετοιμασια του ευαγγελιου τησ ειρηνησ
καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης,
16 επι πασιν αναλαβοντεσ τον θυρεον τησ πιστεωσ εν ω δυνησεσθε παντα τα βελη του πονηρου τα πεπυρωμενα σβεσαι
ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι·
17 και την περικεφαλαιαν του σωτηριου δεξασθαι και την μαχαιραν του πνευματοσ ο εστιν ρημα θεου
καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ,
18 δια πασησ προσευχησ και δεησεωσ προσευχομενοι εν παντι καιρω εν πνευματι και εισ αυτο τουτο αγρυπνουντεσ εν παση προσκαρτερησει και δεησει περι παντων των αγιων
διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων,
19 και υπερ εμου ινα μοι δοθη λογοσ εν ανοιξει του στοματοσ μου εν παρρησια γνωρισαι το μυστηριον του ευαγγελιου
καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου
20 υπερ ου πρεσβευω εν αλυσει ινα εν αυτω παρρησιασωμαι ωσ δει με λαλησαι
ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι.
21 ινα δε ειδητε και υμεισ τα κατ εμε τι πρασσω παντα υμιν γνωρισει τυχικοσ ο αγαπητοσ αδελφοσ και πιστοσ διακονοσ εν κυριω
Ἵνα δὲ καὶ ὑμεῖς εἰδῆτε τὰ κατ’ ἐμέ, τί πράσσω, πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ,
22 ον επεμψα προσ υμασ εισ αυτο τουτο ινα γνωτε τα περι ημων και παρακαλεση τασ καρδιασ υμων
ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
23 ειρηνη τοισ αδελφοισ και αγαπη μετα πιστεωσ απο θεου πατροσ και κυριου ιησου χριστου
Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
24 η χαρισ μετα παντων των αγαπωντων τον κυριον ημων ιησουν χριστον εν αφθαρσια αμην
ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ.

< Προς Εφεσιους 6 >