< Προς Εφεσιους 5 >

1 γινεσθε ουν μιμηται του θεου ωσ τεκνα αγαπητα
Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,
2 και περιπατειτε εν αγαπη καθωσ και ο χριστοσ ηγαπησεν ημασ και παρεδωκεν εαυτον υπερ ημων προσφοραν και θυσιαν τω θεω εισ οσμην ευωδιασ
καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ὑμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
3 πορνεια δε και πασα ακαθαρσια η πλεονεξια μηδε ονομαζεσθω εν υμιν καθωσ πρεπει αγιοισ
Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
4 και αισχροτησ και μωρολογια η ευτραπελια τα ουκ ανηκοντα αλλα μαλλον ευχαριστια
καὶ αἰσχρότης ἢ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.
5 τουτο γαρ εστε γινωσκοντεσ οτι πασ πορνοσ η ακαθαρτοσ η πλεονεκτησ οσ εστιν ειδωλολατρησ ουκ εχει κληρονομιαν εν τη βασιλεια του χριστου και θεου
τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
6 μηδεισ υμασ απατατω κενοισ λογοισ δια ταυτα γαρ ερχεται η οργη του θεου επι τουσ υιουσ τησ απειθειασ
μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
7 μη ουν γινεσθε συμμετοχοι αυτων
μὴ οὖν γίνεσθε συνμέτοχοι αὐτῶν·
8 ητε γαρ ποτε σκοτοσ νυν δε φωσ εν κυριω ωσ τεκνα φωτοσ περιπατειτε
ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,
9 ο γαρ καρποσ του πνευματοσ εν παση αγαθωσυνη και δικαιοσυνη και αληθεια
ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
10 δοκιμαζοντεσ τι εστιν ευαρεστον τω κυριω
δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ,
11 και μη συγκοινωνειτε τοισ εργοισ τοισ ακαρποισ του σκοτουσ μαλλον δε και ελεγχετε
καὶ μὴ συνκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε.
12 τα γαρ κρυφη γινομενα υπ αυτων αισχρον εστιν και λεγειν
τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·
13 τα δε παντα ελεγχομενα υπο του φωτοσ φανερουται παν γαρ το φανερουμενον φωσ εστιν
τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν.
14 διο λεγει εγειρε ο καθευδων και αναστα εκ των νεκρων και επιφαυσει σοι ο χριστοσ
διὸ λέγει, ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
15 βλεπετε ουν πωσ ακριβωσ περιπατειτε μη ωσ ασοφοι αλλ ωσ σοφοι
Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί,
16 εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν
ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
17 δια τουτο μη γινεσθε αφρονεσ αλλα συνιεντεσ τι το θελημα του κυριου
διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου.
18 και μη μεθυσκεσθε οινω εν ω εστιν ασωτια αλλα πληρουσθε εν πνευματι
καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
19 λαλουντεσ εαυτοισ ψαλμοισ και υμνοισ και ωδαισ πνευματικαισ αδοντεσ και ψαλλοντεσ εν τη καρδια υμων τω κυριω
λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
20 ευχαριστουντεσ παντοτε υπερ παντων εν ονοματι του κυριου ημων ιησου χριστου τω θεω και πατρι
εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
21 υποτασσομενοι αλληλοισ εν φοβω χριστου
ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
22 αι γυναικεσ τοισ ιδιοισ ανδρασιν υποτασσεσθε ωσ τω κυριω
αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ,
23 οτι ανηρ εστιν κεφαλη τησ γυναικοσ ωσ και ο χριστοσ κεφαλη τησ εκκλησιασ και αυτοσ εστιν σωτηρ του σωματοσ
ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος.
24 αλλ ωσπερ η εκκλησια υποτασσεται τω χριστω ουτωσ και αι γυναικεσ τοισ ιδιοισ ανδρασιν εν παντι
ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.
25 οι ανδρεσ αγαπατε τασ γυναικασ εαυτων καθωσ και ο χριστοσ ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτησ
Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
26 ινα αυτην αγιαση καθαρισασ τω λουτρω του υδατοσ εν ρηματι
ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
27 ινα παραστηση αυτην εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμοσ
ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
28 ουτωσ οφειλουσιν οι ανδρεσ αγαπαν τασ εαυτων γυναικασ ωσ τα εαυτων σωματα ο αγαπων την εαυτου γυναικα εαυτον αγαπα
οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,
29 ουδεισ γαρ ποτε την εαυτου σαρκα εμισησεν αλλ εκτρεφει και θαλπει αυτην καθωσ και ο κυριοσ την εκκλησιαν
οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν,
30 οτι μελη εσμεν του σωματοσ αυτου εκ τησ σαρκοσ αυτου και εκ των οστεων αυτου
ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.
31 αντι τουτου καταλειψει ανθρωποσ τον πατερα αυτου και την μητερα και προσκολληθησεται προσ την γυναικα αυτου και εσονται οι δυο εισ σαρκα μιαν
ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
32 το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εισ χριστον και εισ την εκκλησιαν
τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
33 πλην και υμεισ οι καθ ενα εκαστοσ την εαυτου γυναικα ουτωσ αγαπατω ωσ εαυτον η δε γυνη ινα φοβηται τον ανδρα
πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

< Προς Εφεσιους 5 >