< Προς Εφεσιους 4 >

1 παρακαλω ουν υμασ εγω ο δεσμιοσ εν κυριω αξιωσ περιπατησαι τησ κλησεωσ ησ εκληθητε
Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε,
2 μετα πασησ ταπεινοφροσυνησ και πραοτητοσ μετα μακροθυμιασ ανεχομενοι αλληλων εν αγαπη
μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,
3 σπουδαζοντεσ τηρειν την ενοτητα του πνευματοσ εν τω συνδεσμω τησ ειρηνησ
σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης·
4 εν σωμα και εν πνευμα καθωσ και εκληθητε εν μια ελπιδι τησ κλησεωσ υμων
ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·
5 εισ κυριοσ μια πιστισ εν βαπτισμα
εἷς κύριος, μία πίστις, ἓν βάπτισμα·
6 εισ θεοσ και πατηρ παντων ο επι παντων και δια παντων και εν πασιν ημιν
εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.
7 ενι δε εκαστω ημων εδοθη η χαρισ κατα το μετρον τησ δωρεασ του χριστου
ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
8 διο λεγει αναβασ εισ υψοσ ηχμαλωτευσεν αιχμαλωσιαν και εδωκεν δοματα τοισ ανθρωποισ
διὸ λέγει, ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκεν δόματα τοῖς ἀνθρώποις.
9 το δε ανεβη τι εστιν ει μη οτι και κατεβη πρωτον εισ τα κατωτερα μερη τησ γησ
τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς;
10 ο καταβασ αυτοσ εστιν και ο αναβασ υπερανω παντων των ουρανων ινα πληρωση τα παντα
ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
11 και αυτοσ εδωκεν τουσ μεν αποστολουσ τουσ δε προφητασ τουσ δε ευαγγελιστασ τουσ δε ποιμενασ και διδασκαλουσ
καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,
12 προσ τον καταρτισμον των αγιων εισ εργον διακονιασ εισ οικοδομην του σωματοσ του χριστου
πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ,
13 μεχρι καταντησωμεν οι παντεσ εισ την ενοτητα τησ πιστεωσ και τησ επιγνωσεωσ του υιου του θεου εισ ανδρα τελειον εισ μετρον ηλικιασ του πληρωματοσ του χριστου
μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ,
14 ινα μηκετι ωμεν νηπιοι κλυδωνιζομενοι και περιφερομενοι παντι ανεμω τησ διδασκαλιασ εν τη κυβεια των ανθρωπων εν πανουργια προσ την μεθοδειαν τησ πλανησ
ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβίᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδίαν τῆς πλάνης
15 αληθευοντεσ δε εν αγαπη αυξησωμεν εισ αυτον τα παντα οσ εστιν η κεφαλη ο χριστοσ
ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός,
16 εξ ου παν το σωμα συναρμολογουμενον και συμβιβαζομενον δια πασησ αφησ τησ επιχορηγιασ κατ ενεργειαν εν μετρω ενοσ εκαστου μερουσ την αυξησιν του σωματοσ ποιειται εισ οικοδομην εαυτου εν αγαπη
ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συνβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν αὐτοῦ ἐν ἀγάπῃ.
17 τουτο ουν λεγω και μαρτυρομαι εν κυριω μηκετι υμασ περιπατειν καθωσ και τα λοιπα εθνη περιπατει εν ματαιοτητι του νοοσ αυτων
Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν,
18 εσκοτισμενοι τη διανοια οντεσ απηλλοτριωμενοι τησ ζωησ του θεου δια την αγνοιαν την ουσαν εν αυτοισ δια την πωρωσιν τησ καρδιασ αυτων
ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν,
19 οιτινεσ απηλγηκοτεσ εαυτουσ παρεδωκαν τη ασελγεια εισ εργασιαν ακαθαρσιασ πασησ εν πλεονεξια
οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.
20 υμεισ δε ουχ ουτωσ εμαθετε τον χριστον
ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν,
21 ειγε αυτον ηκουσατε και εν αυτω εδιδαχθητε καθωσ εστιν αληθεια εν τω ιησου
εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ,
22 αποθεσθαι υμασ κατα την προτεραν αναστροφην τον παλαιον ανθρωπον τον φθειρομενον κατα τασ επιθυμιασ τησ απατησ
ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης,
23 ανανεουσθαι δε τω πνευματι του νοοσ υμων
ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν,
24 και ενδυσασθαι τον καινον ανθρωπον τον κατα θεον κτισθεντα εν δικαιοσυνη και οσιοτητι τησ αληθειασ
καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
25 διο αποθεμενοι το ψευδοσ λαλειτε αληθειαν εκαστοσ μετα του πλησιον αυτου οτι εσμεν αλληλων μελη
Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.
26 οργιζεσθε και μη αμαρτανετε ο ηλιοσ μη επιδυετω επι τω παροργισμω υμων
ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ παροργισμῷ ὑμῶν,
27 μηδε διδοτε τοπον τω διαβολω
μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.
28 ο κλεπτων μηκετι κλεπτετω μαλλον δε κοπιατω εργαζομενοσ το αγαθον ταισ χερσιν ινα εχη μεταδιδοναι τω χρειαν εχοντι
ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
29 πασ λογοσ σαπροσ εκ του στοματοσ υμων μη εκπορευεσθω αλλ ει τισ αγαθοσ προσ οικοδομην τησ χρειασ ινα δω χαριν τοισ ακουουσιν
πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.
30 και μη λυπειτε το πνευμα το αγιον του θεου εν ω εσφραγισθητε εισ ημεραν απολυτρωσεωσ
καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
31 πασα πικρια και θυμοσ και οργη και κραυγη και βλασφημια αρθητω αφ υμων συν παση κακια
πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ.
32 γινεσθε δε εισ αλληλουσ χρηστοι ευσπλαγχνοι χαριζομενοι εαυτοισ καθωσ και ο θεοσ εν χριστω εχαρισατο ημιν
γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν.

< Προς Εφεσιους 4 >