< Κατα Λουκαν 9 >

1 συγκαλεσαμενοσ δε τουσ δωδεκα εδωκεν αυτοισ δυναμιν και εξουσιαν επι παντα τα δαιμονια και νοσουσ θεραπευειν
Συνκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν,
2 και απεστειλεν αυτουσ κηρυσσειν την βασιλειαν του θεου και ιασθαι τουσ ασθενουντασ
καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι,
3 και ειπεν προσ αυτουσ μηδεν αιρετε εισ την οδον μητε ραβδουσ μητε πηραν μητε αρτον μητε αργυριον μητε ανα δυο χιτωνασ εχειν
καὶ εἶπεν πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν.
4 και εισ ην αν οικιαν εισελθητε εκει μενετε και εκειθεν εξερχεσθε
καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
5 και οσοι εαν μη δεξωνται υμασ εξερχομενοι απο τησ πολεωσ εκεινησ και τον κονιορτον απο των ποδων υμων αποτιναξατε εισ μαρτυριον επ αυτουσ
καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ’ αὐτούς.
6 εξερχομενοι δε διηρχοντο κατα τασ κωμασ ευαγγελιζομενοι και θεραπευοντεσ πανταχου
ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
7 ηκουσεν δε ηρωδησ ο τετραρχησ τα γινομενα υπ αυτου παντα και διηπορει δια το λεγεσθαι υπο τινων οτι ιωαννησ εγηγερται εκ νεκρων
Ἤκουσεν δὲ Ἡρώδης ὁ τετραάρχης τὰ γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν,
8 υπο τινων δε οτι ηλιασ εφανη αλλων δε οτι προφητησ εισ των αρχαιων ανεστη
ὑπό τινων δὲ ὅτι Ἡλείας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
9 και ειπεν ηρωδησ ιωαννην εγω απεκεφαλισα τισ δε εστιν ουτοσ περι ου εγω ακουω τοιαυτα και εζητει ιδειν αυτον
εἶπεν δὲ Ἡρώδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10 και υποστρεψαντεσ οι αποστολοι διηγησαντο αυτω οσα εποιησαν και παραλαβων αυτουσ υπεχωρησεν κατ ιδιαν εισ τοπον ερημον πολεωσ καλουμενησ βηθσαιδαν
Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά.
11 οι δε οχλοι γνοντεσ ηκολουθησαν αυτω και δεξαμενοσ αυτουσ ελαλει αυτοισ περι τησ βασιλειασ του θεου και τουσ χρειαν εχοντασ θεραπειασ ιατο
οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ, καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
12 η δε ημερα ηρξατο κλινειν προσελθοντεσ δε οι δωδεκα ειπον αυτω απολυσον τον οχλον ινα απελθοντεσ εισ τασ κυκλω κωμασ και τουσ αγρουσ καταλυσωσιν και ευρωσιν επισιτισμον οτι ωδε εν ερημω τοπω εσμεν
ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ· ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
13 ειπεν δε προσ αυτουσ δοτε αυτοισ υμεισ φαγειν οι δε ειπον ουκ εισιν ημιν πλειον η πεντε αρτοι και ιχθυεσ δυο ει μητι πορευθεντεσ ημεισ αγορασωμεν εισ παντα τον λαον τουτον βρωματα
εἶπεν δὲ πρὸς αὐτούς· δότε αὐτοῖς φαγεῖν ὑμεῖς. οἱ δὲ εἶπαν. οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
14 ησαν γαρ ωσει ανδρεσ πεντακισχιλιοι ειπεν δε προσ τουσ μαθητασ αυτου κατακλινατε αυτουσ κλισιασ ανα πεντηκοντα
ἦσαν δὲ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα.
15 και εποιησαν ουτωσ και ανεκλιναν απαντασ
καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας.
16 λαβων δε τουσ πεντε αρτουσ και τουσ δυο ιχθυασ αναβλεψασ εισ τον ουρανον ευλογησεν αυτουσ και κατεκλασεν και εδιδου τοισ μαθηταισ παρατιθεναι τω οχλω
λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.
17 και εφαγον και εχορτασθησαν παντεσ και ηρθη το περισσευσαν αυτοισ κλασματων κοφινοι δωδεκα
καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων, κόφινοι δώδεκα.
18 και εγενετο εν τω ειναι αυτον προσευχομενον καταμονασ συνησαν αυτω οι μαθηται και επηρωτησεν αυτουσ λεγων τινα με λεγουσιν οι οχλοι ειναι
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με οἱ ὄχλοι λέγουσιν εἶναι;
19 οι δε αποκριθεντεσ ειπον ιωαννην τον βαπτιστην αλλοι δε ηλιαν αλλοι δε οτι προφητησ τισ των αρχαιων ανεστη
οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἡλείαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
20 ειπεν δε αυτοισ υμεισ δε τινα με λεγετε ειναι αποκριθεισ δε ο πετροσ ειπεν τον χριστον του θεου
εἶπεν δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Πέτρος δὲ ἀποκριθεὶς εἶπεν· τὸν Χριστὸν τοῦ θεοῦ.
21 ο δε επιτιμησασ αυτοισ παρηγγειλεν μηδενι ειπειν τουτο
ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο,
22 ειπων οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και τη τριτη ημερα αναστηναι
εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
23 ελεγεν δε προσ παντασ ει τισ θελει οπισω μου ελθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι
Ἔλεγεν δὲ πρὸς πάντας· εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ’ ἡμέραν, καὶ ἀκολουθείτω μοι.
24 οσ γαρ εαν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην οσ δ αν απολεση την ψυχην αυτου ενεκεν εμου ουτοσ σωσει αυτην
ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
25 τι γαρ ωφελειται ανθρωποσ κερδησασ τον κοσμον ολον εαυτον δε απολεσασ η ζημιωθεισ
τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
26 οσ γαρ αν επαισχυνθη με και τουσ εμουσ λογουσ τουτον ο υιοσ του ανθρωπου επαισχυνθησεται οταν ελθη εν τη δοξη αυτου και του πατροσ και των αγιων αγγελων
ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
27 λεγω δε υμιν αληθωσ εισιν τινεσ των ωδε εστωτων οι ου μη γευσωνται θανατου εωσ αν ιδωσιν την βασιλειαν του θεου
λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
28 εγενετο δε μετα τουσ λογουσ τουτουσ ωσει ημεραι οκτω και παραλαβων πετρον και ιωαννην και ιακωβον ανεβη εισ το οροσ προσευξασθαι
Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους, ὡσεὶ ἡμέραι ὀκτώ, καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
29 και εγενετο εν τω προσευχεσθαι αυτον το ειδοσ του προσωπου αυτου ετερον και ο ιματισμοσ αυτου λευκοσ εξαστραπτων
καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
30 και ιδου ανδρεσ δυο συνελαλουν αυτω οιτινεσ ησαν μωσησ και ηλιασ
καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἡλείας,
31 οι οφθεντεσ εν δοξη ελεγον την εξοδον αυτου ην εμελλεν πληρουν εν ιερουσαλημ
οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἤμελλεν πληροῦν ἐν Ἱερουσαλήμ.
32 ο δε πετροσ και οι συν αυτω ησαν βεβαρημενοι υπνω διαγρηγορησαντεσ δε ειδον την δοξαν αυτου και τουσ δυο ανδρασ τουσ συνεστωτασ αυτω
ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδαν τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
33 και εγενετο εν τω διαχωριζεσθαι αυτουσ απ αυτου ειπεν πετροσ προσ τον ιησουν επιστατα καλον εστιν ημασ ωδε ειναι και ποιησωμεν σκηνασ τρεισ μιαν σοι και μιαν μωση και μιαν ηλια μη ειδωσ ο λεγει
καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ’ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἡλείᾳ, μὴ εἰδὼς ὃ λέγει.
34 ταυτα δε αυτου λεγοντοσ εγενετο νεφελη και επεσκιασεν αυτουσ εφοβηθησαν δε εν τω εκεινουσ εισελθειν εισ την νεφελην
ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην.
35 και φωνη εγενετο εκ τησ νεφελησ λεγουσα ουτοσ εστιν ο υιοσ μου ο αγαπητοσ αυτου ακουετε
καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.
36 και εν τω γενεσθαι την φωνην ευρεθη ο ιησουσ μονοσ και αυτοι εσιγησαν και ουδενι απηγγειλαν εν εκειναισ ταισ ημεραισ ουδεν ων εωρακασιν
καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
37 εγενετο δε εν τη εξησ ημερα κατελθοντων αυτων απο του ορουσ συνηντησεν αυτω οχλοσ πολυσ
Ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.
38 και ιδου ανηρ απο του οχλου ανεβοησεν λεγων διδασκαλε δεομαι σου επιβλεψαι επι τον υιον μου οτι μονογενησ εστιν μοι
καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων· διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν,
39 και ιδου πνευμα λαμβανει αυτον και εξαιφνησ κραζει και σπαρασσει αυτον μετα αφρου και μογισ αποχωρει απ αυτου συντριβον αυτον
καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ’ αὐτοῦ συντρῖβον αὐτόν.
40 και εδεηθην των μαθητων σου ινα εκβαλωσιν αυτο και ουκ ηδυνηθησαν
καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.
41 αποκριθεισ δε ο ιησουσ ειπεν ω γενεα απιστοσ και διεστραμμενη εωσ ποτε εσομαι προσ υμασ και ανεξομαι υμων προσαγαγε τον υιον σου ωδε
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου.
42 ετι δε προσερχομενου αυτου ερρηξεν αυτον το δαιμονιον και συνεσπαραξεν επετιμησεν δε ο ιησουσ τω πνευματι τω ακαθαρτω και ιασατο τον παιδα και απεδωκεν αυτον τω πατρι αυτου
ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
43 εξεπλησσοντο δε παντεσ επι τη μεγαλειοτητι του θεου παντων δε θαυμαζοντων επι πασιν οισ εποιησεν ο ιησουσ ειπεν προσ τουσ μαθητασ αυτου
ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει, εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ·
44 θεσθε υμεισ εισ τα ωτα υμων τουσ λογουσ τουτουσ ο γαρ υιοσ του ανθρωπου μελλει παραδιδοσθαι εισ χειρασ ανθρωπων
θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
45 οι δε ηγνοουν το ρημα τουτο και ην παρακεκαλυμμενον απ αυτων ινα μη αισθωνται αυτο και εφοβουντο ερωτησαι αυτον περι του ρηματοσ τουτου
οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
46 εισηλθεν δε διαλογισμοσ εν αυτοισ το τισ αν ειη μειζων αυτων
Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
47 ο δε ιησουσ ιδων τον διαλογισμον τησ καρδιασ αυτων επιλαβομενοσ παιδιου εστησεν αυτο παρ εαυτω
ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίου ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ,
48 και ειπεν αυτοισ οσ εαν δεξηται τουτο το παιδιον επι τω ονοματι μου εμε δεχεται και οσ εαν εμε δεξηται δεχεται τον αποστειλαντα με ο γαρ μικροτεροσ εν πασιν υμιν υπαρχων ουτοσ εσται μεγασ
καὶ εἶπεν αὐτοῖς· ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας.
49 αποκριθεισ δε ο ιωαννησ ειπεν επιστατα ειδομεν τινα επι τω ονοματι σου εκβαλλοντα δαιμονια και εκωλυσαμεν αυτον οτι ουκ ακολουθει μεθ ημων
Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν.
50 και ειπεν προσ αυτον ο ιησουσ μη κωλυετε οσ γαρ ουκ εστιν καθ ημων υπερ ημων εστιν
εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς· μὴ κωλύετε· ὃς γὰρ οὐκ ἔστιν καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.
51 εγενετο δε εν τω συμπληρουσθαι τασ ημερασ τησ αναληψεωσ αυτου και αυτοσ το προσωπον αυτου εστηριξεν του πορευεσθαι εισ ιερουσαλημ
Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ,
52 και απεστειλεν αγγελουσ προ προσωπου αυτου και πορευθεντεσ εισηλθον εισ κωμην σαμαρειτων ωστε ετοιμασαι αυτω
καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς πόλιν Σαμαριτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ·
53 και ουκ εδεξαντο αυτον οτι το προσωπον αυτου ην πορευομενον εισ ιερουσαλημ
καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ.
54 ιδοντεσ δε οι μαθηται αυτου ιακωβοσ και ιωαννησ ειπον κυριε θελεισ ειπωμεν πυρ καταβηναι απο του ουρανου και αναλωσαι αυτουσ ωσ και ηλιασ εποιησεν
ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;
55 στραφεισ δε επετιμησεν αυτοισ και ειπεν ουκ οιδατε οιου πνευματοσ εστε υμεισ
στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς.
56 ο γαρ υιοσ του ανθρωπου ουκ ηλθεν ψυχασ ανθρωπων απολεσαι αλλα σωσαι και επορευθησαν εισ ετεραν κωμην
καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 εγενετο δε πορευομενων αυτων εν τη οδω ειπεν τισ προσ αυτον ακολουθησω σοι οπου αν απερχη κυριε
Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν, ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ.
58 και ειπεν αυτω ο ιησουσ αι αλωπεκεσ φωλεουσ εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεισ ο δε υιοσ του ανθρωπου ουκ εχει που την κεφαλην κλινη
καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
59 ειπεν δε προσ ετερον ακολουθει μοι ο δε ειπεν κυριε επιτρεψον μοι απελθοντι πρωτον θαψαι τον πατερα μου
εἶπεν δὲ πρὸς ἕτερον· ἀκολούθει μοι. ὁ δὲ εἶπεν· ἐπίτρεψόν μοι πρῶτον ἀπελθόντι θάψαι τὸν πατέρα μου.
60 ειπεν δε αυτω ο ιησουσ αφεσ τουσ νεκρουσ θαψαι τουσ εαυτων νεκρουσ συ δε απελθων διαγγελλε την βασιλειαν του θεου
εἶπεν δὲ αὐτῷ· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.
61 ειπεν δε και ετεροσ ακολουθησω σοι κυριε πρωτον δε επιτρεψον μοι αποταξασθαι τοισ εισ τον οικον μου
εἶπεν δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
62 ειπεν δε ο ιησουσ προσ αυτον ουδεισ επιβαλων την χειρα αυτου επ αροτρον και βλεπων εισ τα οπισω ευθετοσ εστιν εισ την βασιλειαν του θεου
εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ’ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ.

< Κατα Λουκαν 9 >