< Κατα Μαρκον 1 >

1 αρχη του ευαγγελιου ιησου χριστου υιου του θεου
Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ,
2 ωσ γεγραπται εν τοισ προφηταισ ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου οσ κατασκευασει την οδον σου εμπροσθεν σου
καθὼς γέγραπται ἐν τῷ Ἡσαΐᾳ τῷ προφήτῃ· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου·
3 φωνη βοωντοσ εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειασ ποιειτε τασ τριβουσ αυτου
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4 εγενετο ιωαννησ βαπτιζων εν τη ερημω και κηρυσσων βαπτισμα μετανοιασ εισ αφεσιν αμαρτιων
ἐγένετο Ἰωάννης ὁ βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
5 και εξεπορευετο προσ αυτον πασα η ιουδαια χωρα και οι ιεροσολυμιται και εβαπτιζοντο παντεσ εν τω ιορδανη ποταμω υπ αυτου εξομολογουμενοι τασ αμαρτιασ αυτων
καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμεῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
6 ην δε ο ιωαννησ ενδεδυμενοσ τριχασ καμηλου και ζωνην δερματινην περι την οσφυν αυτου και εσθιων ακριδασ και μελι αγριον
καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.
7 και εκηρυσσεν λεγων ερχεται ο ισχυροτεροσ μου οπισω μου ου ουκ ειμι ικανοσ κυψασ λυσαι τον ιμαντα των υποδηματων αυτου
καὶ ἐκήρυσσεν λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·
8 εγω μεν εβαπτισα υμασ εν υδατι αυτοσ δε βαπτισει υμασ εν πνευματι αγιω
ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.
9 και εγενετο εν εκειναισ ταισ ημεραισ ηλθεν ιησουσ απο ναζαρετ τησ γαλιλαιασ και εβαπτισθη υπο ιωαννου εισ τον ιορδανην
Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.
10 και ευθεωσ αναβαινων απο του υδατοσ ειδεν σχιζομενουσ τουσ ουρανουσ και το πνευμα ωσει περιστεραν καταβαινον επ αυτον
καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν.
11 και φωνη εγενετο εκ των ουρανων συ ει ο υιοσ μου ο αγαπητοσ εν ω ευδοκησα
καὶ φωνὴ ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
12 και ευθυσ το πνευμα αυτον εκβαλλει εισ την ερημον
Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
13 και ην εκει εν τη ερημω ημερασ τεσσαρακοντα πειραζομενοσ υπο του σατανα και ην μετα των θηριων και οι αγγελοι διηκονουν αυτω
καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
14 μετα δε το παραδοθηναι τον ιωαννην ηλθεν ο ιησουσ εισ την γαλιλαιαν κηρυσσων το ευαγγελιον τησ βασιλειασ του θεου
Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ,
15 και λεγων οτι πεπληρωται ο καιροσ και ηγγικεν η βασιλεια του θεου μετανοειτε και πιστευετε εν τω ευαγγελιω
ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
16 περιπατων δε παρα την θαλασσαν τησ γαλιλαιασ ειδεν σιμωνα και ανδρεαν τον αδελφον αυτου του σιμωνοσ βαλλοντασ αμφιβληστρον εν τη θαλασση ησαν γαρ αλιεισ
Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλεεῖς.
17 και ειπεν αυτοισ ο ιησουσ δευτε οπισω μου και ποιησω υμασ γενεσθαι αλιεισ ανθρωπων
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλεεῖς ἀνθρώπων.
18 και ευθεωσ αφεντεσ τα δικτυα αυτων ηκολουθησαν αυτω
καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
19 και προβασ εκειθεν ολιγον ειδεν ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου και αυτουσ εν τω πλοιω καταρτιζοντασ τα δικτυα
καὶ προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,
20 και ευθεωσ εκαλεσεν αυτουσ και αφεντεσ τον πατερα αυτων ζεβεδαιον εν τω πλοιω μετα των μισθωτων απηλθον οπισω αυτου
καὶ εὐθὺς ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
21 και εισπορευονται εισ καπερναουμ και ευθεωσ τοισ σαββασιν εισελθων εισ την συναγωγην εδιδασκεν
Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ· καὶ εὐθὺς τοῖς σάββασιν ἐδίδασκεν εἰς τὴν συναγωγήν.
22 και εξεπλησσοντο επι τη διδαχη αυτου ην γαρ διδασκων αυτουσ ωσ εξουσιαν εχων και ουχ ωσ οι γραμματεισ
καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.
23 και ην εν τη συναγωγη αυτων ανθρωποσ εν πνευματι ακαθαρτω και ανεκραξεν
Καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν
24 λεγων εα τι ημιν και σοι ιησου ναζαρηνε ηλθεσ απολεσαι ημασ οιδα σε τισ ει ο αγιοσ του θεου
λέγων· τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς· οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.
25 και επετιμησεν αυτω ο ιησουσ λεγων φιμωθητι και εξελθε εξ αυτου
καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.
26 και σπαραξαν αυτον το πνευμα το ακαθαρτον και κραξαν φωνη μεγαλη εξηλθεν εξ αυτου
καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.
27 και εθαμβηθησαν παντεσ ωστε συζητειν προσ εαυτουσ λεγοντασ τι εστιν τουτο τισ η διδαχη η καινη αυτη οτι κατ εξουσιαν και τοισ πνευμασιν τοισ ακαθαρτοισ επιτασσει και υπακουουσιν αυτω
καὶ ἐθαμβήθησαν ἅπαντες, ὥστε συζητεῖν αὐτοὺς λέγοντας· τί ἐστιν τοῦτο; διδαχὴ καινὴ κατ’ ἐξουσίαν· καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.
28 εξηλθεν δε η ακοη αυτου ευθυσ εισ ολην την περιχωρον τησ γαλιλαιασ
καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
29 και ευθεωσ εκ τησ συναγωγησ εξελθοντεσ ηλθον εισ την οικιαν σιμωνοσ και ανδρεου μετα ιακωβου και ιωαννου
Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.
30 η δε πενθερα σιμωνοσ κατεκειτο πυρεσσουσα και ευθεωσ λεγουσιν αυτω περι αυτησ
ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.
31 και προσελθων ηγειρεν αυτην κρατησασ τησ χειροσ αυτησ και αφηκεν αυτην ο πυρετοσ ευθεωσ και διηκονει αυτοισ
καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς.
32 οψιασ δε γενομενησ οτε εδυ ο ηλιοσ εφερον προσ αυτον παντασ τουσ κακωσ εχοντασ και τουσ δαιμονιζομενουσ
Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·
33 και η πολισ ολη επισυνηγμενη ην προσ την θυραν
καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.
34 και εθεραπευσεν πολλουσ κακωσ εχοντασ ποικιλαισ νοσοισ και δαιμονια πολλα εξεβαλεν και ουκ ηφιεν λαλειν τα δαιμονια οτι ηδεισαν αυτον
καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν.
35 και πρωι εννυχον λιαν αναστασ εξηλθεν και απηλθεν εισ ερημον τοπον κακει προσηυχετο
Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο.
36 και κατεδιωξαν αυτον ο σιμων και οι μετ αυτου
καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ’ αὐτοῦ,
37 και ευροντεσ αυτον λεγουσιν αυτω οτι παντεσ σε ζητουσιν
καὶ εὗρον αὐτὸν, καὶ λέγουσιν αὐτῷ ὅτι πάντες ζητοῦσίν σε.
38 και λεγει αυτοισ αγωμεν εισ τασ εχομενασ κωμοπολεισ ινα και εκει κηρυξω εισ τουτο γαρ εξεληλυθα
καὶ λέγει αὐτοῖς· ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα κἀκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξῆλθον.
39 και ην κηρυσσων εν ταισ συναγωγαισ αυτων εισ ολην την γαλιλαιαν και τα δαιμονια εκβαλλων
καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
40 και ερχεται προσ αυτον λεπροσ παρακαλων αυτον και γονυπετων αυτον και λεγων αυτω οτι εαν θελησ δυνασαι με καθαρισαι
Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
41 ο δε ιησουσ σπλαγχνισθεισ εκτεινασ την χειρα ηψατο αυτου και λεγει αυτω θελω καθαρισθητι
καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει· θέλω, καθαρίσθητι.
42 και ειποντοσ αυτου ευθεωσ απηλθεν απ αυτου η λεπρα και εκαθαρισθη
καὶ εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθερίσθη.
43 και εμβριμησαμενοσ αυτω ευθεωσ εξεβαλεν αυτον
καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτόν,
44 και λεγει αυτω ορα μηδενι μηδεν ειπησ αλλ υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε περι του καθαρισμου σου α προσεταξεν μωσησ εισ μαρτυριον αυτοισ
καὶ λέγει αὐτῷ· ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.
45 ο δε εξελθων ηρξατο κηρυσσειν πολλα και διαφημιζειν τον λογον ωστε μηκετι αυτον δυνασθαι φανερωσ εισ πολιν εισελθειν αλλ εξω εν ερημοισ τοποισ ην και ηρχοντο προσ αυτον πανταχοθεν
ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι εἰς πόλιν φανερῶς εἰσελθεῖν, ἀλλ’ ἔξω ἐπ’ ἐρήμοις τόποις ἦν, καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.

< Κατα Μαρκον 1 >