< Κατα Λουκαν 8 >

1 και εγενετο εν τω καθεξησ και αυτοσ διωδευεν κατα πολιν και κωμην κηρυσσων και ευαγγελιζομενοσ την βασιλειαν του θεου και οι δωδεκα συν αυτω
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ,
2 και γυναικεσ τινεσ αι ησαν τεθεραπευμεναι απο πνευματων πονηρων και ασθενειων μαρια η καλουμενη μαγδαληνη αφ ησ δαιμονια επτα εξεληλυθει
καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
3 και ιωαννα γυνη χουζα επιτροπου ηρωδου και σουσαννα και ετεραι πολλαι αιτινεσ διηκονουν αυτοισ απο των υπαρχοντων αυταισ
καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς.
4 συνιοντοσ δε οχλου πολλου και των κατα πολιν επιπορευομενων προσ αυτον ειπεν δια παραβολησ
Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς·
5 εξηλθεν ο σπειρων του σπειραι τον σπορον αυτου και εν τω σπειρειν αυτον ο μεν επεσεν παρα την οδον και κατεπατηθη και τα πετεινα του ουρανου κατεφαγεν αυτο
ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό·
6 και ετερον επεσεν επι την πετραν και φυεν εξηρανθη δια το μη εχειν ικμαδα
καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα·
7 και ετερον επεσεν εν μεσω των ακανθων και συμφυεισαι αι ακανθαι απεπνιξαν αυτο
καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό·
8 και ετερον επεσεν εισ την γην την αγαθην και φυεν εποιησεν καρπον εκατονταπλασιονα ταυτα λεγων εφωνει ο εχων ωτα ακουειν ακουετω
καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
9 επηρωτων δε αυτον οι μαθηται αυτου λεγοντεσ τισ ειη η παραβολη αυτη
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τίς αὕτη εἴη ἡ παραβολή.
10 ο δε ειπεν υμιν δεδοται γνωναι τα μυστηρια τησ βασιλειασ του θεου τοισ δε λοιποισ εν παραβολαισ ινα βλεποντεσ μη βλεπωσιν και ακουοντεσ μη συνιωσιν
ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν.
11 εστιν δε αυτη η παραβολη ο σποροσ εστιν ο λογοσ του θεου
ἔστιν δὲ αὕτη ἡ παραβολή. ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ.
12 οι δε παρα την οδον εισιν οι ακουοντεσ ειτα ερχεται ο διαβολοσ και αιρει τον λογον απο τησ καρδιασ αυτων ινα μη πιστευσαντεσ σωθωσιν
οἱ δὲ παρὰ τὴν ὁδόν εἰσίν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
13 οι δε επι τησ πετρασ οι οταν ακουσωσιν μετα χαρασ δεχονται τον λογον και ουτοι ριζαν ουκ εχουσιν οι προσ καιρον πιστευουσιν και εν καιρω πειρασμου αφιστανται
οἱ δὲ ἐπὶ τὴν πέτραν οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
14 το δε εισ τασ ακανθασ πεσον ουτοι εισιν οι ακουσαντεσ και υπο μεριμνων και πλουτου και ηδονων του βιου πορευομενοι συμπνιγονται και ου τελεσφορουσιν
τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσίν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συνπνίγονται καὶ οὐ τελεσφοροῦσιν.
15 το δε εν τη καλη γη ουτοι εισιν οιτινεσ εν καρδια καλη και αγαθη ακουσαντεσ τον λογον κατεχουσιν και καρποφορουσιν εν υπομονη
τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσίν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
16 ουδεισ δε λυχνον αψασ καλυπτει αυτον σκευει η υποκατω κλινησ τιθησιν αλλ επι λυχνιασ επιτιθησιν ινα οι εισπορευομενοι βλεπωσιν το φωσ
Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.
17 ου γαρ εστιν κρυπτον ο ου φανερον γενησεται ουδε αποκρυφον ο ου γνωσθησεται και εισ φανερον ελθη
οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ.
18 βλεπετε ουν πωσ ακουετε οσ γαρ εαν εχη δοθησεται αυτω και οσ εαν μη εχη και ο δοκει εχειν αρθησεται απ αυτου
βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.
19 παρεγενοντο δε προσ αυτον η μητηρ και οι αδελφοι αυτου και ουκ ηδυναντο συντυχειν αυτω δια τον οχλον
Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
20 και απηγγελη αυτω λεγοντων η μητηρ σου και οι αδελφοι σου εστηκασιν εξω ιδειν σε θελοντεσ
ἀπηγγέλη δὲ αὐτῷ ὅτι ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες.
21 ο δε αποκριθεισ ειπεν προσ αυτουσ μητηρ μου και αδελφοι μου ουτοι εισιν οι τον λογον του θεου ακουοντεσ και ποιουντεσ αυτον
ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσίν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες.
22 και εγενετο εν μια των ημερων και αυτοσ ενεβη εισ πλοιον και οι μαθηται αυτου και ειπεν προσ αυτουσ διελθωμεν εισ το περαν τησ λιμνησ και ανηχθησαν
Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς· διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν.
23 πλεοντων δε αυτων αφυπνωσεν και κατεβη λαιλαψ ανεμου εισ την λιμνην και συνεπληρουντο και εκινδυνευον
πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.
24 προσελθοντεσ δε διηγειραν αυτον λεγοντεσ επιστατα επιστατα απολλυμεθα ο δε εγερθεισ επετιμησεν τω ανεμω και τω κλυδωνι του υδατοσ και επαυσαντο και εγενετο γαληνη
προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα. ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
25 ειπεν δε αυτοισ που εστιν η πιστισ υμων φοβηθεντεσ δε εθαυμασαν λεγοντεσ προσ αλληλουσ τισ αρα ουτοσ εστιν οτι και τοισ ανεμοισ επιτασσει και τω υδατι και υπακουουσιν αυτω
εἶπεν δὲ αὐτοῖς· ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
26 και κατεπλευσαν εισ την χωραν των γαδαρηνων ητισ εστιν αντιπεραν τησ γαλιλαιασ
Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.
27 εξελθοντι δε αυτω επι την γην υπηντησεν αυτω ανηρ τισ εκ τησ πολεωσ οσ ειχεν δαιμονια εκ χρονων ικανων και ιματιον ουκ ενεδιδυσκετο και εν οικια ουκ εμενεν αλλ εν τοισ μνημασιν
ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια, καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν.
28 ιδων δε τον ιησουν και ανακραξασ προσεπεσεν αυτω και φωνη μεγαλη ειπεν τι εμοι και σοι ιησου υιε του θεου του υψιστου δεομαι σου μη με βασανισησ
ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς.
29 παρηγγειλεν γαρ τω πνευματι τω ακαθαρτω εξελθειν απο του ανθρωπου πολλοισ γαρ χρονοισ συνηρπακει αυτον και εδεσμειτο αλυσεσιν και πεδαισ φυλασσομενοσ και διαρρησσων τα δεσμα ηλαυνετο υπο του δαιμονοσ εισ τασ ερημουσ
παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.
30 επηρωτησεν δε αυτον ο ιησουσ λεγων τι σοι εστιν ονομα ο δε ειπεν λεγεων οτι δαιμονια πολλα εισηλθεν εισ αυτον
ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· τί σοι ὄνομά ἐστιν; ὁ δὲ εἶπεν, λεγιών, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.
31 και παρεκαλει αυτον ινα μη επιταξη αυτοισ εισ την αβυσσον απελθειν (Abyssos g12)
καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. (Abyssos g12)
32 ην δε εκει αγελη χοιρων ικανων βοσκομενων εν τω ορει και παρεκαλουν αυτον ινα επιτρεψη αυτοισ εισ εκεινουσ εισελθειν και επετρεψεν αυτοισ
ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει, καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. καὶ ἐπέτρεψεν αὐτοῖς.
33 εξελθοντα δε τα δαιμονια απο του ανθρωπου εισηλθον εισ τουσ χοιρουσ και ωρμησεν η αγελη κατα του κρημνου εισ την λιμνην και απεπνιγη
ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
34 ιδοντεσ δε οι βοσκοντεσ το γεγενημενον εφυγον και απηγγειλαν εισ την πολιν και εισ τουσ αγρουσ
ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
35 εξηλθον δε ιδειν το γεγονοσ και ηλθον προσ τον ιησουν και ευρον καθημενον τον ανθρωπον αφ ου τα δαιμονια εξεληλυθει ιματισμενον και σωφρονουντα παρα τουσ ποδασ του ιησου και εφοβηθησαν
ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ’ οὗ τὰ δαιμόνια ἐξῆλθεν, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.
36 απηγγειλαν δε αυτοισ και οι ιδοντεσ πωσ εσωθη ο δαιμονισθεισ
ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.
37 και ηρωτησαν αυτον απαν το πληθοσ τησ περιχωρου των γαδαρηνων απελθειν απ αυτων οτι φοβω μεγαλω συνειχοντο αυτοσ δε εμβασ εισ το πλοιον υπεστρεψεν
καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γεργεσηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν.
38 εδεετο δε αυτου ο ανηρ αφ ου εξεληλυθει τα δαιμονια ειναι συν αυτω απελυσεν δε αυτον ο ιησουσ λεγων
ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ αὐτὸν λέγων·
39 υποστρεφε εισ τον οικον σου και διηγου οσα εποιησεν σοι ο θεοσ και απηλθεν καθ ολην την πολιν κηρυσσων οσα εποιησεν αυτω ο ιησουσ
ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν, καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
40 εγενετο δε εν τω υποστρεψαι τον ιησουν απεδεξατο αυτον ο οχλοσ ησαν γαρ παντεσ προσδοκωντεσ αυτον
Ἐγένετο δὲ ἐν τῷ ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
41 και ιδου ηλθεν ανηρ ω ονομα ιαειροσ και αυτοσ αρχων τησ συναγωγησ υπηρχεν και πεσων παρα τουσ ποδασ του ιησου παρεκαλει αυτον εισελθειν εισ τον οικον αυτου
καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν· καὶ πεσὼν παρὰ τοὺς πόδας Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
42 οτι θυγατηρ μονογενησ ην αυτω ωσ ετων δωδεκα και αυτη απεθνησκεν εν δε τω υπαγειν αυτον οι οχλοι συνεπνιγον αυτον
ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
43 και γυνη ουσα εν ρυσει αιματοσ απο ετων δωδεκα ητισ ιατροισ προσαναλωσασα ολον τον βιον ουκ ισχυσεν υπ ουδενοσ θεραπευθηναι
καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ἀπ’ οὐδενὸς θεραπευθῆναι,
44 προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ιματιου αυτου και παραχρημα εστη η ρυσισ του αιματοσ αυτησ
προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.
45 και ειπεν ο ιησουσ τισ ο αψαμενοσ μου αρνουμενων δε παντων ειπεν ο πετροσ και οι μετ αυτου επιστατα οι οχλοι συνεχουσιν σε και αποθλιβουσιν και λεγεισ τισ ο αψαμενοσ μου
καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν.
46 ο δε ιησουσ ειπεν ηψατο μου τισ εγω γαρ εγνων δυναμιν εξελθουσαν απ εμου
ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ.
47 ιδουσα δε η γυνη οτι ουκ ελαθεν τρεμουσα ηλθεν και προσπεσουσα αυτω δι ην αιτιαν ηψατο αυτου απηγγειλεν αυτω ενωπιον παντοσ του λαου και ωσ ιαθη παραχρημα
ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.
48 ο δε ειπεν αυτη θαρσει θυγατερ η πιστισ σου σεσωκεν σε πορευου εισ ειρηνην
ὁ δὲ εἶπεν αὐτῇ· θυγάτερ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
49 ετι αυτου λαλουντοσ ερχεται τισ παρα του αρχισυναγωγου λεγων αυτω οτι τεθνηκεν η θυγατηρ σου μη σκυλλε τον διδασκαλον
Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων ὅτι τέθνηκεν ἡ θυγάτηρ σου, μηκέτι σκύλλε τὸν διδάσκαλον.
50 ο δε ιησουσ ακουσασ απεκριθη αυτω λεγων μη φοβου μονον πιστευε και σωθησεται
ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ· μὴ φοβοῦ· μόνον πίστευσον, καὶ σωθήσεται.
51 ελθων δε εισ την οικιαν ουκ αφηκεν εισελθειν ουδενα ει μη πετρον και ιωαννην και ιακωβον και τον πατερα τησ παιδοσ και την μητερα
ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
52 εκλαιον δε παντεσ και εκοπτοντο αυτην ο δε ειπεν μη κλαιετε ουκ απεθανεν αλλα καθευδει
ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· μὴ κλαίετε· οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.
53 και κατεγελων αυτου ειδοτεσ οτι απεθανεν
καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
54 αυτοσ δε εκβαλων εξω παντασ και κρατησασ τησ χειροσ αυτησ εφωνησεν λεγων η παισ εγειρου
αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· ἡ παῖς, ἐγείρου.
55 και επεστρεψεν το πνευμα αυτησ και ανεστη παραχρημα και διεταξεν αυτη δοθηναι φαγειν
καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
56 και εξεστησαν οι γονεισ αυτησ ο δε παρηγγειλεν αυτοισ μηδενι ειπειν το γεγονοσ
καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

< Κατα Λουκαν 8 >