< Πραξεις 26 >

1 αγριππασ δε προσ τον παυλον εφη επιτρεπεται σοι υπερ σεαυτου λεγειν τοτε ο παυλοσ απελογειτο εκτεινασ την χειρα
Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο,
2 περι παντων ων εγκαλουμαι υπο ιουδαιων βασιλευ αγριππα ηγημαι εμαυτον μακαριον επι σου μελλων απολογεισθαι σημερον
περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι,
3 μαλιστα γνωστην οντα σε παντων των κατα ιουδαιουσ ηθων τε και ζητηματων διο δεομαι σου μακροθυμωσ ακουσαι μου
μάλιστα γνώστην σε ὄντα πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.
4 την μεν ουν βιωσιν μου την εκ νεοτητοσ την απ αρχησ γενομενην εν τω εθνει μου εν ιεροσολυμοισ ισασιν παντεσ οι ιουδαιοι
τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις ἴσασι πάντες οἱ Ἰουδαῖοι,
5 προγινωσκοντεσ με ανωθεν εαν θελωσιν μαρτυρειν οτι κατα την ακριβεστατην αιρεσιν τησ ημετερασ θρησκειασ εζησα φαρισαιοσ
προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκίας ἔζησα Φαρισαῖος.
6 και νυν επ ελπιδι τησ προσ τουσ πατερασ επαγγελιασ γενομενησ υπο του θεου εστηκα κρινομενοσ
καὶ νῦν ἐπ’ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος,
7 εισ ην το δωδεκαφυλον ημων εν εκτενεια νυκτα και ημεραν λατρευον ελπιζει καταντησαι περι ησ ελπιδοσ εγκαλουμαι βασιλευ αγριππα υπο ιουδαιων
εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ.
8 τι απιστον κρινεται παρ υμιν ει ο θεοσ νεκρουσ εγειρει
τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;
9 εγω μεν ουν εδοξα εμαυτω προσ το ονομα ιησου του ναζωραιου δειν πολλα εναντια πραξαι
ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·
10 ο και εποιησα εν ιεροσολυμοισ και πολλουσ των αγιων εγω φυλακαισ κατεκλεισα την παρα των αρχιερεων εξουσιαν λαβων αναιρουμενων τε αυτων κατηνεγκα ψηφον
ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον,
11 και κατα πασασ τασ συναγωγασ πολλακισ τιμωρων αυτουσ ηναγκαζον βλασφημειν περισσωσ τε εμμαινομενοσ αυτοισ εδιωκον εωσ και εισ τασ εξω πολεισ
καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
12 εν οισ και πορευομενοσ εισ την δαμασκον μετ εξουσιασ και επιτροπησ τησ παρα των αρχιερεων
Ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων
13 ημερασ μεσησ κατα την οδον ειδον βασιλευ ουρανοθεν υπερ την λαμπροτητα του ηλιου περιλαμψαν με φωσ και τουσ συν εμοι πορευομενουσ
ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους·
14 παντων δε καταπεσοντων ημων εισ την γην ηκουσα φωνην λαλουσαν προσ με και λεγουσαν τη εβραιδι διαλεκτω σαουλ σαουλ τι με διωκεισ σκληρον σοι προσ κεντρα λακτιζειν
πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ, Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
15 εγω δε ειπον τισ ει κυριε ο δε ειπεν εγω ειμι ιησουσ ον συ διωκεισ
ἐγὼ δὲ εἶπα, τίς εἶ, κύριε; ὁ δὲ κύριος εἶπεν, ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.
16 αλλα αναστηθι και στηθι επι τουσ ποδασ σου εισ τουτο γαρ ωφθην σοι προχειρισασθαι σε υπηρετην και μαρτυρα ων τε ειδεσ ων τε οφθησομαι σοι
ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ὧν τε ὀφθήσομαί σοι,
17 εξαιρουμενοσ σε εκ του λαου και των εθνων εισ ουσ εγω σε αποστελλω
ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε
18 ανοιξαι οφθαλμουσ αυτων του υποστρεψαι απο σκοτουσ εισ φωσ και τησ εξουσιασ του σατανα επι τον θεον του λαβειν αυτουσ αφεσιν αμαρτιων και κληρον εν τοισ ηγιασμενοισ πιστει τη εισ εμε
ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
19 οθεν βασιλευ αγριππα ουκ εγενομην απειθησ τη ουρανιω οπτασια
ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
20 αλλα τοισ εν δαμασκω πρωτον και ιεροσολυμοισ εισ πασαν τε την χωραν τησ ιουδαιασ και τοισ εθνεσιν απαγγελλων μετανοειν και επιστρεφειν επι τον θεον αξια τησ μετανοιασ εργα πρασσοντασ
ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
21 ενεκα τουτων οι ιουδαιοι με συλλαβομενοι εν τω ιερω επειρωντο διαχειρισασθαι
ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι ὄντα ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
22 επικουριασ ουν τυχων τησ παρα του θεου αχρι τησ ημερασ ταυτησ εστηκα μαρτυρομενοσ μικρω τε και μεγαλω ουδεν εκτοσ λεγων ων τε οι προφηται ελαλησαν μελλοντων γινεσθαι και μωυσησ
ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
23 ει παθητοσ ο χριστοσ ει πρωτοσ εξ αναστασεωσ νεκρων φωσ μελλει καταγγελλειν τω λαω και τοισ εθνεσιν
εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.
24 ταυτα δε αυτου απολογουμενου ο φηστοσ μεγαλη τη φωνη εφη μαινη παυλε τα πολλα σε γραμματα εισ μανιαν περιτρεπει
ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησίν· μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
25 ο δε ου μαινομαι φησιν κρατιστε φηστε αλλα αληθειασ και σωφροσυνησ ρηματα αποφθεγγομαι
ὁ δὲ Παῦλος· οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
26 επισταται γαρ περι τουτων ο βασιλευσ προσ ον και παρρησιαζομενοσ λαλω λανθανειν γαρ αυτον τι τουτων ου πειθομαι ουδεν ου γαρ εν γωνια πεπραγμενον τουτο
ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τι τούτων οὐ πείθομαι οὐθέν, οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
27 πιστευεισ βασιλευ αγριππα τοισ προφηταισ οιδα οτι πιστευεισ
πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.
28 ο δε αγριππασ προσ τον παυλον εφη εν ολιγω με πειθεισ χριστιανον γενεσθαι
ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον, ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι.
29 ο δε παυλοσ ειπεν ευξαιμην αν τω θεω και εν ολιγω και εν πολλω ου μονον σε αλλα και παντασ τουσ ακουοντασ μου σημερον γενεσθαι τοιουτουσ οποιοσ καγω ειμι παρεκτοσ των δεσμων τουτων
ὁ δὲ Παῦλος, εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
30 και ταυτα ειποντοσ αυτου ανεστη ο βασιλευσ και ο ηγεμων η τε βερνικη και οι συγκαθημενοι αυτοισ
ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συνκαθήμενοι αὐτοῖς,
31 και αναχωρησαντεσ ελαλουν προσ αλληλουσ λεγοντεσ οτι ουδεν θανατου αξιον η δεσμων πρασσει ο ανθρωποσ ουτοσ
καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον τι πράσσει ὁ ἄνθρωπος οὗτος.
32 αγριππασ δε τω φηστω εφη απολελυσθαι εδυνατο ο ανθρωποσ ουτοσ ει μη επεκεκλητο καισαρα
Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

< Πραξεις 26 >