< Πραξεις 25 >

1 φηστοσ ουν επιβασ τη επαρχια μετα τρεισ ημερασ ανεβη εισ ιεροσολυμα απο καισαρειασ
Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείῳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρίας,
2 ενεφανισαν δε αυτω ο αρχιερευσ και οι πρωτοι των ιουδαιων κατα του παυλου και παρεκαλουν αυτον
ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν
3 αιτουμενοι χαριν κατ αυτου οπωσ μεταπεμψηται αυτον εισ ιερουσαλημ ενεδραν ποιουντεσ ανελειν αυτον κατα την οδον
αἰτούμενοι χάριν κατ’ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
4 ο μεν ουν φηστοσ απεκριθη τηρεισθαι τον παυλον εν καισαρεια εαυτον δε μελλειν εν ταχει εκπορευεσθαι
ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον εἰς Καισάριαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·
5 οι ουν δυνατοι εν υμιν φησιν συγκαταβαντεσ ει τι εστιν εν τω ανδρι τουτω κατηγορειτωσαν αυτου
οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συνκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ.
6 διατριψασ δε εν αυτοισ ημερασ πλειουσ η δεκα καταβασ εισ καισαρειαν τη επαυριον καθισασ επι του βηματοσ εκελευσεν τον παυλον αχθηναι
διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισάριαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.
7 παραγενομενου δε αυτου περιεστησαν οι απο ιεροσολυμων καταβεβηκοτεσ ιουδαιοι πολλα και βαρεα αιτιωματα φεροντεσ κατα του παυλου α ουκ ισχυον αποδειξαι
παραγενομένου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,
8 απολογουμενου αυτου οτι ουτε εισ τον νομον των ιουδαιων ουτε εισ το ιερον ουτε εισ καισαρα τι ημαρτον
τοῦ Παύλου ἀπολογουμένου ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
9 ο φηστοσ δε τοισ ιουδαιοισ θελων χαριν καταθεσθαι αποκριθεισ τω παυλω ειπεν θελεισ εισ ιεροσολυμα αναβασ εκει περι τουτων κρινεσθαι επ εμου
ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ’ ἐμοῦ;
10 ειπεν δε ο παυλοσ επι του βηματοσ καισαροσ εστωσ ειμι ου με δει κρινεσθαι ιουδαιουσ ουδεν ηδικησα ωσ και συ καλλιον επιγινωσκεισ
εἶπεν δὲ ὁ Παῦλος· ἑστὼς ἐπὶ τοῦ βήματος Καίσαρός εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκηκα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.
11 ει μεν γαρ αδικω και αξιον θανατου πεπραχα τι ου παραιτουμαι το αποθανειν ει δε ουδεν εστιν ων ουτοι κατηγορουσιν μου ουδεισ με δυναται αυτοισ χαρισασθαι καισαρα επικαλουμαι
εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
12 τοτε ο φηστοσ συλλαλησασ μετα του συμβουλιου απεκριθη καισαρα επικεκλησαι επι καισαρα πορευση
τότε ὁ Φῆστος συνλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
13 ημερων δε διαγενομενων τινων αγριππασ ο βασιλευσ και βερνικη κατηντησαν εισ καισαρειαν ασπασαμενοι τον φηστον
Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάριαν ἀσπασάμενοι τὸν Φῆστον.
14 ωσ δε πλειουσ ημερασ διετριβεν εκει ο φηστοσ τω βασιλει ανεθετο τα κατα τον παυλον λεγων ανηρ τισ εστιν καταλελειμμενοσ υπο φηλικοσ δεσμιοσ
ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων, ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
15 περι ου γενομενου μου εισ ιεροσολυμα ενεφανισαν οι αρχιερεισ και οι πρεσβυτεροι των ιουδαιων αιτουμενοι κατ αυτου δικην
περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ’ αὐτοῦ καταδίκην·
16 προσ ουσ απεκριθην οτι ουκ εστιν εθοσ ρωμαιοισ χαριζεσθαι τινα ανθρωπον εισ απωλειαν πριν η ο κατηγορουμενοσ κατα προσωπον εχοι τουσ κατηγορουσ τοπον τε απολογιασ λαβοι περι του εγκληματοσ
πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
17 συνελθοντων ουν αυτων ενθαδε αναβολην μηδεμιαν ποιησαμενοσ τη εξησ καθισασ επι του βηματοσ εκελευσα αχθηναι τον ανδρα
συνελθόντων οὖν αὐτῶν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
18 περι ου σταθεντεσ οι κατηγοροι ουδεμιαν αιτιαν επεφερον ων υπενοουν εγω
περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηράν,
19 ζητηματα δε τινα περι τησ ιδιασ δεισιδαιμονιασ ειχον προσ αυτον και περι τινοσ ιησου τεθνηκοτοσ ον εφασκεν ο παυλοσ ζην
ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
20 απορουμενοσ δε εγω την περι τουτου ζητησιν ελεγον ει βουλοιτο πορευεσθαι εισ ιερουσαλημ κακει κρινεσθαι περι τουτων
ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων.
21 του δε παυλου επικαλεσαμενου τηρηθηναι αυτον εισ την του σεβαστου διαγνωσιν εκελευσα τηρεισθαι αυτον εωσ ου πεμψω αυτον προσ καισαρα
τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα.
22 αγριππασ δε προσ τον φηστον εφη εβουλομην και αυτοσ του ανθρωπου ακουσαι ο δε αυριον φησιν ακουση αυτου
Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον, ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
23 τη ουν επαυριον ελθοντοσ του αγριππα και τησ βερνικησ μετα πολλησ φαντασιασ και εισελθοντων εισ το ακροατηριον συν τε τοισ χιλιαρχοισ και ανδρασιν τοισ κατ εξοχην ουσιν τησ πολεωσ και κελευσαντοσ του φηστου ηχθη ο παυλοσ
Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ’ ἐξοχὴν τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος.
24 και φησιν ο φηστοσ αγριππα βασιλευ και παντεσ οι συμπαροντεσ ημιν ανδρεσ θεωρειτε τουτον περι ου παν το πληθοσ των ιουδαιων ενετυχον μοι εν τε ιεροσολυμοισ και ενθαδε επιβοωντεσ μη δειν ζην αυτον μηκετι
καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συνπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι.
25 εγω δε καταλαβομενοσ μηδεν αξιον θανατου αυτον πεπραχεναι και αυτου δε τουτου επικαλεσαμενου τον σεβαστον εκρινα πεμπειν αυτον
ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι, αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα πέμπειν.
26 περι ου ασφαλεσ τι γραψαι τω κυριω ουκ εχω διο προηγαγον αυτον εφ υμων και μαλιστα επι σου βασιλευ αγριππα οπωσ τησ ανακρισεωσ γενομενησ σχω τι γραψαι
περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ’ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω·
27 αλογον γαρ μοι δοκει πεμποντα δεσμιον μη και τασ κατ αυτου αιτιασ σημαναι
ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ’ αὐτοῦ αἰτίας σημᾶναι.

< Πραξεις 25 >