< Πραξεις 15 >

1 και τινεσ κατελθοντεσ απο τησ ιουδαιασ εδιδασκον τουσ αδελφουσ οτι εαν μη περιτεμνησθε τω εθει μωυσεωσ ου δυνασθε σωθηναι
Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
2 γενομενησ ουν στασεωσ και ζητησεωσ ουκ ολιγησ τω παυλω και τω βαρναβα προσ αυτουσ εταξαν αναβαινειν παυλον και βαρναβαν και τινασ αλλουσ εξ αυτων προσ τουσ αποστολουσ και πρεσβυτερουσ εισ ιερουσαλημ περι του ζητηματοσ τουτου
γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
3 οι μεν ουν προπεμφθεντεσ υπο τησ εκκλησιασ διηρχοντο την φοινικην και σαμαρειαν εκδιηγουμενοι την επιστροφην των εθνων και εποιουν χαραν μεγαλην πασιν τοισ αδελφοισ
οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάριαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς.
4 παραγενομενοι δε εισ ιερουσαλημ απεδεχθησαν υπο τησ εκκλησιασ και των αποστολων και των πρεσβυτερων ανηγγειλαν τε οσα ο θεοσ εποιησεν μετ αυτων
παραγενόμενοι δὲ εἰς Ἱερουσαλὴμ παρεδέχθησαν ὑπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ’ αὐτῶν.
5 εξανεστησαν δε τινεσ των απο τησ αιρεσεωσ των φαρισαιων πεπιστευκοτεσ λεγοντεσ οτι δει περιτεμνειν αυτουσ παραγγελλειν τε τηρειν τον νομον μωυσεωσ
ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
6 συνηχθησαν δε οι αποστολοι και οι πρεσβυτεροι ιδειν περι του λογου τουτου
Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
7 πολλησ δε συζητησεωσ γενομενησ αναστασ πετροσ ειπεν προσ αυτουσ ανδρεσ αδελφοι υμεισ επιστασθε οτι αφ ημερων αρχαιων ο θεοσ εν ημιν εξελεξατο δια του στοματοσ μου ακουσαι τα εθνη τον λογον του ευαγγελιου και πιστευσαι
πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς, ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι·
8 και ο καρδιογνωστησ θεοσ εμαρτυρησεν αυτοισ δουσ αυτοισ το πνευμα το αγιον καθωσ και ημιν
καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν,
9 και ουδεν διεκρινεν μεταξυ ημων τε και αυτων τη πιστει καθαρισασ τασ καρδιασ αυτων
καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
10 νυν ουν τι πειραζετε τον θεον επιθειναι ζυγον επι τον τραχηλον των μαθητων ον ουτε οι πατερεσ ημων ουτε ημεισ ισχυσαμεν βαστασαι
νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;
11 αλλα δια τησ χαριτοσ του κυριου ιησου πιστευομεν σωθηναι καθ ον τροπον κακεινοι
ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι.
12 εσιγησεν δε παν το πληθοσ και ηκουον βαρναβα και παυλου εξηγουμενων οσα εποιησεν ο θεοσ σημεια και τερατα εν τοισ εθνεσιν δι αυτων
ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν.
13 μετα δε το σιγησαι αυτουσ απεκριθη ιακωβοσ λεγων ανδρεσ αδελφοι ακουσατε μου
Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων, ἄνδρες ἀδελφοί, ἀκούσατέ μου.
14 συμεων εξηγησατο καθωσ πρωτον ο θεοσ επεσκεψατο λαβειν εξ εθνων λαον επι τω ονοματι αυτου
Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ.
15 και τουτω συμφωνουσιν οι λογοι των προφητων καθωσ γεγραπται
καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται,
16 μετα ταυτα αναστρεψω και ανοικοδομησω την σκηνην δαυιδ την πεπτωκυιαν και τα κατεσκαμμενα αυτησ ανοικοδομησω και ανορθωσω αυτην
μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυεὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστραμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν,
17 οπωσ αν εκζητησωσιν οι καταλοιποι των ανθρωπων τον κυριον και παντα τα εθνη εφ ουσ επικεκληται το ονομα μου επ αυτουσ λεγει κυριοσ ο ποιων ταυτα παντα
ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς, λέγει κύριος ποιῶν ταῦτα
18 γνωστα απ αιωνοσ εστιν τω θεω παντα τα εργα αυτου (aiōn g165)
γνωστὰ ἀπ’ αἰῶνος. (aiōn g165)
19 διο εγω κρινω μη παρενοχλειν τοισ απο των εθνων επιστρεφουσιν επι τον θεον
διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν,
20 αλλα επιστειλαι αυτοισ του απεχεσθαι απο των αλισγηματων των ειδωλων και τησ πορνειασ και του πνικτου και του αιματοσ
ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος·
21 μωυσησ γαρ εκ γενεων αρχαιων κατα πολιν τουσ κηρυσσοντασ αυτον εχει εν ταισ συναγωγαισ κατα παν σαββατον αναγινωσκομενοσ
Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
22 τοτε εδοξεν τοισ αποστολοισ και τοισ πρεσβυτεροισ συν ολη τη εκκλησια εκλεξαμενουσ ανδρασ εξ αυτων πεμψαι εισ αντιοχειαν συν παυλω και βαρναβα ιουδαν τον επικαλουμενον βαρσαββαν και σιλαν ανδρασ ηγουμενουσ εν τοισ αδελφοισ
Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
23 γραψαντεσ δια χειροσ αυτων ταδε οι αποστολοι και οι πρεσβυτεροι και οι αδελφοι τοισ κατα την αντιοχειαν και συριαν και κιλικιαν αδελφοισ τοισ εξ εθνων χαιρειν
γράψαντες διὰ χειρὸς αὐτῶν, οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν.
24 επειδη ηκουσαμεν οτι τινεσ εξ ημων εξελθοντεσ εταραξαν υμασ λογοισ ανασκευαζοντεσ τασ ψυχασ υμων λεγοντεσ περιτεμνεσθαι και τηρειν τον νομον οισ ου διεστειλαμεθα
ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεθα,
25 εδοξεν ημιν γενομενοισ ομοθυμαδον εκλεξαμενουσ ανδρασ πεμψαι προσ υμασ συν τοισ αγαπητοισ ημων βαρναβα και παυλω
ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
26 ανθρωποισ παραδεδωκοσιν τασ ψυχασ αυτων υπερ του ονοματοσ του κυριου ημων ιησου χριστου
ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
27 απεσταλκαμεν ουν ιουδαν και σιλαν και αυτουσ δια λογου απαγγελλοντασ τα αυτα
ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
28 εδοξεν γαρ τω αγιω πνευματι και ημιν μηδεν πλεον επιτιθεσθαι υμιν βαροσ πλην των επαναγκεσ τουτων
ἔδοξεν γὰρ τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες,
29 απεχεσθαι ειδωλοθυτων και αιματοσ και πνικτου και πορνειασ εξ ων διατηρουντεσ εαυτουσ ευ πραξετε ερρωσθε
ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.
30 οι μεν ουν απολυθεντεσ ηλθον εισ αντιοχειαν και συναγαγοντεσ το πληθοσ επεδωκαν την επιστολην
Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν·
31 αναγνοντεσ δε εχαρησαν επι τη παρακλησει
ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
32 ιουδασ τε και σιλασ και αυτοι προφηται οντεσ δια λογου πολλου παρεκαλεσαν τουσ αδελφουσ και επεστηριξαν
Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν·
33 ποιησαντεσ δε χρονον απελυθησαν μετ ειρηνησ απο των αδελφων προσ τουσ αποστολουσ
ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς.
35 παυλοσ δε και βαρναβασ διετριβον εν αντιοχεια διδασκοντεσ και ευαγγελιζομενοι μετα και ετερων πολλων τον λογον του κυριου
Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
36 μετα δε τινασ ημερασ ειπεν παυλοσ προσ βαρναβαν επιστρεψαντεσ δη επισκεψωμεθα τουσ αδελφουσ ημων κατα πασαν πολιν εν αισ κατηγγειλαμεν τον λογον του κυριου πωσ εχουσιν
Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρναβᾶν Παῦλος, ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν.
37 βαρναβασ δε εβουλευσατο συμπαραλαβειν τον ιωαννην τον καλουμενον μαρκον
Βαρναβᾶς δὲ ἐβούλετο συνπαραλαβεῖν καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον·
38 παυλοσ δε ηξιου τον αποσταντα απ αυτων απο παμφυλιασ και μη συνελθοντα αυτοισ εισ το εργον μη συμπαραλαβειν τουτον
Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συνπαραλαμβάνειν τοῦτον.
39 εγενετο ουν παροξυσμοσ ωστε αποχωρισθηναι αυτουσ απ αλληλων τον τε βαρναβαν παραλαβοντα τον μαρκον εκπλευσαι εισ κυπρον
ἐγένετο δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον.
40 παυλοσ δε επιλεξαμενοσ σιλαν εξηλθεν παραδοθεισ τη χαριτι του θεου υπο των αδελφων
Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ κυρίου ὑπὸ τῶν ἀδελφῶν,
41 διηρχετο δε την συριαν και κιλικιαν επιστηριζων τασ εκκλησιασ
διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.

< Πραξεις 15 >