< Προς Θεσσαλονικεις Α΄ 5 >

1 περι δε των χρονων και των καιρων αδελφοι ου χρειαν εχετε υμιν γραφεσθαι
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι·
2 αυτοι γαρ ακριβωσ οιδατε οτι η ημερα κυριου ωσ κλεπτησ εν νυκτι ουτωσ ερχεται
αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
3 οταν γαρ λεγωσιν ειρηνη και ασφαλεια τοτε αιφνιδιοσ αυτοισ εφισταται ολεθροσ ωσπερ η ωδιν τη εν γαστρι εχουση και ου μη εκφυγωσιν
ὅταν λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐπίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
4 υμεισ δε αδελφοι ουκ εστε εν σκοτει ινα η ημερα υμασ ωσ κλεπτησ καταλαβη
ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ,
5 παντεσ υμεισ υιοι φωτοσ εστε και υιοι ημερασ ουκ εσμεν νυκτοσ ουδε σκοτουσ
πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·
6 αρα ουν μη καθευδωμεν ωσ και οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν
ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
7 οι γαρ καθευδοντεσ νυκτοσ καθευδουσιν και οι μεθυσκομενοι νυκτοσ μεθυουσιν
οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·
8 ημεισ δε ημερασ οντεσ νηφωμεν ενδυσαμενοι θωρακα πιστεωσ και αγαπησ και περικεφαλαιαν ελπιδα σωτηριασ
ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·
9 οτι ουκ εθετο ημασ ο θεοσ εισ οργην αλλ εισ περιποιησιν σωτηριασ δια του κυριου ημων ιησου χριστου
ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
10 του αποθανοντοσ υπερ ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν
τοῦ ἀποθανόντος περὶ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
11 διο παρακαλειτε αλληλουσ και οικοδομειτε εισ τον ενα καθωσ και ποιειτε
διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
12 ερωτωμεν δε υμασ αδελφοι ειδεναι τουσ κοπιωντασ εν υμιν και προισταμενουσ υμων εν κυριω και νουθετουντασ υμασ
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς,
13 και ηγεισθαι αυτουσ υπερ εκπερισσου εν αγαπη δια το εργον αυτων ειρηνευετε εν εαυτοισ
καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν αὐτοῖς.
14 παρακαλουμεν δε υμασ αδελφοι νουθετειτε τουσ ατακτουσ παραμυθεισθε τουσ ολιγοψυχουσ αντεχεσθε των ασθενων μακροθυμειτε προσ παντασ
παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
15 ορατε μη τισ κακον αντι κακου τινι αποδω αλλα παντοτε το αγαθον διωκετε και εισ αλληλουσ και εισ παντασ
ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδοῖ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας.
16 παντοτε χαιρετε
πάντοτε χαίρετε,
17 αδιαλειπτωσ προσευχεσθε
ἀδιαλείπτως προσεύχεσθε,
18 εν παντι ευχαριστειτε τουτο γαρ θελημα θεου εν χριστω ιησου εισ υμασ
ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
19 το πνευμα μη σβεννυτε
τὸ πνεῦμα μὴ σβέννυτε,
20 προφητειασ μη εξουθενειτε
προφητείας μὴ ἐξουθενεῖτε·
21 παντα δε δοκιμαζετε το καλον κατεχετε
πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,
22 απο παντοσ ειδουσ πονηρου απεχεσθε
ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23 αυτοσ δε ο θεοσ τησ ειρηνησ αγιασαι υμασ ολοτελεισ και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτωσ εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη
Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
24 πιστοσ ο καλων υμασ οσ και ποιησει
πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25 αδελφοι προσευχεσθε περι ημων
Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν.
26 ασπασασθε τουσ αδελφουσ παντασ εν φιληματι αγιω
ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
27 ορκιζω υμασ τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοισ αγιοισ αδελφοισ
ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.
28 η χαρισ του κυριου ημων ιησου χριστου μεθ υμων αμην
Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.

< Προς Θεσσαλονικεις Α΄ 5 >