< Προς Θεσσαλονικεις Α΄ 4 >

1 λοιπον ουν αδελφοι ερωτωμεν υμασ και παρακαλουμεν εν κυριω ιησου καθωσ παρελαβετε παρ ημων το πωσ δει υμασ περιπατειν και αρεσκειν θεω ινα περισσευητε μαλλον
Λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ, ἵνα καθὼς παρελάβετε παρ’ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, καθὼς καὶ περιπατεῖτε, ἵνα περισσεύητε μᾶλλον.
2 οιδατε γαρ τινασ παραγγελιασ εδωκαμεν υμιν δια του κυριου ιησου
οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ.
3 τουτο γαρ εστιν θελημα του θεου ο αγιασμοσ υμων απεχεσθαι υμασ απο τησ πορνειασ
τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας,
4 ειδεναι εκαστον υμων το εαυτου σκευοσ κτασθαι εν αγιασμω και τιμη
εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ,
5 μη εν παθει επιθυμιασ καθαπερ και τα εθνη τα μη ειδοτα τον θεον
μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν,
6 το μη υπερβαινειν και πλεονεκτειν εν τω πραγματι τον αδελφον αυτου διοτι εκδικοσ ο κυριοσ περι παντων τουτων καθωσ και προειπομεν υμιν και διεμαρτυραμεθα
τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα.
7 ου γαρ εκαλεσεν ημασ ο θεοσ επι ακαθαρσια αλλ εν αγιασμω
οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ ἀλλ’ ἐν ἁγιασμῷ.
8 τοιγαρουν ο αθετων ουκ ανθρωπον αθετει αλλα τον θεον τον και δοντα το πνευμα αυτου το αγιον εισ υμασ
τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν θεὸν τὸν καὶ διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς.
9 περι δε τησ φιλαδελφιασ ου χρειαν εχετε γραφειν υμιν αυτοι γαρ υμεισ θεοδιδακτοι εστε εισ το αγαπαν αλληλουσ
Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν, αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους·
10 και γαρ ποιειτε αυτο εισ παντασ τουσ αδελφουσ τουσ εν ολη τη μακεδονια παρακαλουμεν δε υμασ αδελφοι περισσευειν μαλλον
καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον,
11 και φιλοτιμεισθαι ησυχαζειν και πρασσειν τα ιδια και εργαζεσθαι ταισ ιδιαισ χερσιν υμων καθωσ υμιν παρηγγειλαμεν
καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν,
12 ινα περιπατητε ευσχημονωσ προσ τουσ εξω και μηδενοσ χρειαν εχητε
ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε.
13 ου θελομεν δε υμασ αγνοειν αδελφοι περι των κεκοιμημενων ινα μη λυπησθε καθωσ και οι λοιποι οι μη εχοντεσ ελπιδα
Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
14 ει γαρ πιστευομεν οτι ιησουσ απεθανεν και ανεστη ουτωσ και ο θεοσ τουσ κοιμηθεντασ δια του ιησου αξει συν αυτω
εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.
15 τουτο γαρ υμιν λεγομεν εν λογω κυριου οτι ημεισ οι ζωντεσ οι περιλειπομενοι εισ την παρουσιαν του κυριου ου μη φθασωμεν τουσ κοιμηθεντασ
τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας·
16 οτι αυτοσ ο κυριοσ εν κελευσματι εν φωνη αρχαγγελου και εν σαλπιγγι θεου καταβησεται απ ουρανου και οι νεκροι εν χριστω αναστησονται πρωτον
ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον,
17 επειτα ημεισ οι ζωντεσ οι περιλειπομενοι αμα συν αυτοισ αρπαγησομεθα εν νεφελαισ εισ απαντησιν του κυριου εισ αερα και ουτωσ παντοτε συν κυριω εσομεθα
ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα.
18 ωστε παρακαλειτε αλληλουσ εν τοισ λογοισ τουτοισ
ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.

< Προς Θεσσαλονικεις Α΄ 4 >