< Προς Κορινθιους Α΄ 14 >

1 διωκετε την αγαπην ζηλουτε δε τα πνευματικα μαλλον δε ινα προφητευητε
Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
2 ο γαρ λαλων γλωσση ουκ ανθρωποισ λαλει αλλα τω θεω ουδεισ γαρ ακουει πνευματι δε λαλει μυστηρια
ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια·
3 ο δε προφητευων ανθρωποισ λαλει οικοδομην και παρακλησιν και παραμυθιαν
ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
4 ο λαλων γλωσση εαυτον οικοδομει ο δε προφητευων εκκλησιαν οικοδομει
ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ.
5 θελω δε παντασ υμασ λαλειν γλωσσαισ μαλλον δε ινα προφητευητε μειζων γαρ ο προφητευων η ο λαλων γλωσσαισ εκτοσ ει μη διερμηνευει ινα η εκκλησια οικοδομην λαβη
θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
6 νυνι δε αδελφοι εαν ελθω προσ υμασ γλωσσαισ λαλων τι υμασ ωφελησω εαν μη υμιν λαλησω η εν αποκαλυψει η εν γνωσει η εν προφητεια η εν διδαχη
νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ διδαχῇ;
7 ομωσ τα αψυχα φωνην διδοντα ειτε αυλοσ ειτε κιθαρα εαν διαστολην τοισ φθογγοισ μη διδω πωσ γνωσθησεται το αυλουμενον η το κιθαριζομενον
ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
8 και γαρ εαν αδηλον φωνην σαλπιγξ δω τισ παρασκευασεται εισ πολεμον
καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
9 ουτωσ και υμεισ δια τησ γλωσσησ εαν μη ευσημον λογον δωτε πωσ γνωσθησεται το λαλουμενον εσεσθε γαρ εισ αερα λαλουντεσ
οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
10 τοσαυτα ει τυχοι γενη φωνων εστιν εν κοσμω και ουδεν αυτων αφωνον
τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον·
11 εαν ουν μη ειδω την δυναμιν τησ φωνησ εσομαι τω λαλουντι βαρβαροσ και ο λαλων εν εμοι βαρβαροσ
ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.
12 ουτωσ και υμεισ επει ζηλωται εστε πνευματων προσ την οικοδομην τησ εκκλησιασ ζητειτε ινα περισσευητε
οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
13 διοπερ ο λαλων γλωσση προσευχεσθω ινα διερμηνευη
διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.
14 εαν γαρ προσευχωμαι γλωσση το πνευμα μου προσευχεται ο δε νουσ μου ακαρποσ εστιν
ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.
15 τι ουν εστιν προσευξομαι τω πνευματι προσευξομαι δε και τω νοι ψαλω τω πνευματι ψαλω δε και τω νοι
τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.
16 επει εαν ευλογησησ τω πνευματι ο αναπληρων τον τοπον του ιδιωτου πωσ ερει το αμην επι τη ση ευχαριστια επειδη τι λεγεισ ουκ οιδεν
ἐπεὶ ἐὰν εὐλογῇς πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν;
17 συ μεν γαρ καλωσ ευχαριστεισ αλλ ο ετεροσ ουκ οικοδομειται
σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
18 ευχαριστω τω θεω μου παντων υμων μαλλον γλωσσαισ λαλων
εὐχαριστῶ τῷ θεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσῃ λαλῶ·
19 αλλ εν εκκλησια θελω πεντε λογουσ δια του νοοσ μου λαλησαι ινα και αλλουσ κατηχησω η μυριουσ λογουσ εν γλωσση
ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20 αδελφοι μη παιδια γινεσθε ταισ φρεσιν αλλα τη κακια νηπιαζετε ταισ δε φρεσιν τελειοι γινεσθε
Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.
21 εν τω νομω γεγραπται οτι εν ετερογλωσσοισ και εν χειλεσιν ετεροισ λαλησω τω λαω τουτω και ουδ ουτωσ εισακουσονται μου λεγει κυριοσ
ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει κύριος.
22 ωστε αι γλωσσαι εισ σημειον εισιν ου τοισ πιστευουσιν αλλα τοισ απιστοισ η δε προφητεια ου τοισ απιστοισ αλλα τοισ πιστευουσιν
ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν.
23 εαν ουν συνελθη η εκκλησια ολη επι το αυτο και παντεσ γλωσσαισ λαλωσιν εισελθωσιν δε ιδιωται η απιστοι ουκ ερουσιν οτι μαινεσθε
ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
24 εαν δε παντεσ προφητευωσιν εισελθη δε τισ απιστοσ η ιδιωτησ ελεγχεται υπο παντων ανακρινεται υπο παντων
ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
25 και ουτωσ τα κρυπτα τησ καρδιασ αυτου φανερα γινεται και ουτωσ πεσων επι προσωπον προσκυνησει τω θεω απαγγελλων οτι ο θεοσ οντωσ εν υμιν εστιν
τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ὄντως θεὸς ἐν ὑμῖν ἐστιν.
26 τι ουν εστιν αδελφοι οταν συνερχησθε εκαστοσ υμων ψαλμον εχει διδαχην εχει γλωσσαν εχει αποκαλυψιν εχει ερμηνειαν εχει παντα προσ οικοδομην γινεσθω
Τί οὖν ἐστίν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.
27 ειτε γλωσση τισ λαλει κατα δυο η το πλειστον τρεισ και ανα μεροσ και εισ διερμηνευετω
εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·
28 εαν δε μη η διερμηνευτησ σιγατω εν εκκλησια εαυτω δε λαλειτω και τω θεω
ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.
29 προφηται δε δυο η τρεισ λαλειτωσαν και οι αλλοι διακρινετωσαν
προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν·
30 εαν δε αλλω αποκαλυφθη καθημενω ο πρωτοσ σιγατω
ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.
31 δυνασθε γαρ καθ ενα παντεσ προφητευειν ινα παντεσ μανθανωσιν και παντεσ παρακαλωνται
δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται,
32 και πνευματα προφητων προφηταισ υποτασσεται
καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται·
33 ου γαρ εστιν ακαταστασιασ ο θεοσ αλλα ειρηνησ ωσ εν πασαισ ταισ εκκλησιαισ των αγιων
οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης. Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων,
34 αι γυναικεσ υμων εν ταισ εκκλησιαισ σιγατωσαν ου γαρ επιτετραπται αυταισ λαλειν αλλ υποτασσεσθαι καθωσ και ο νομοσ λεγει
αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει.
35 ει δε τι μαθειν θελουσιν εν οικω τουσ ιδιουσ ανδρασ επερωτατωσαν αισχρον γαρ εστιν γυναιξιν εν εκκλησια λαλειν
Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ.
36 η αφ υμων ο λογοσ του θεου εξηλθεν η εισ υμασ μονουσ κατηντησεν
ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37 ει τισ δοκει προφητησ ειναι η πνευματικοσ επιγινωσκετω α γραφω υμιν οτι κυριου εισιν εντολαι
Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ἐστίν·
38 ει δε τισ αγνοει αγνοειτω
εἰ δέ τις ἀγνοεῖ, ἀγνοεῖται.
39 ωστε αδελφοι ζηλουτε το προφητευειν και το λαλειν γλωσσαισ μη κωλυετε
ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις·
40 παντα ευσχημονωσ και κατα ταξιν γινεσθω
πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

< Προς Κορινθιους Α΄ 14 >