< Προς Κορινθιους Α΄ 15 >

1 γνωριζω δε υμιν αδελφοι το ευαγγελιον ο ευηγγελισαμην υμιν ο και παρελαβετε εν ω και εστηκατε
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε,
2 δι ου και σωζεσθε τινι λογω ευηγγελισαμην υμιν ει κατεχετε εκτοσ ει μη εικη επιστευσατε
δι’ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.
3 παρεδωκα γαρ υμιν εν πρωτοισ ο και παρελαβον οτι χριστοσ απεθανεν υπερ των αμαρτιων ημων κατα τασ γραφασ
παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς,
4 και οτι εταφη και οτι εγηγερται τη τριτη ημερα κατα τασ γραφασ
καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς,
5 και οτι ωφθη κηφα ειτα τοισ δωδεκα
καὶ ὅτι ὤφθη Κηφᾷ, ἔπειτα τοῖς δώδεκα·
6 επειτα ωφθη επανω πεντακοσιοισ αδελφοισ εφαπαξ εξ ων οι πλειουσ μενουσιν εωσ αρτι τινεσ δε και εκοιμηθησαν
ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν·
7 επειτα ωφθη ιακωβω ειτα τοισ αποστολοισ πασιν
ἔπειτα ὤφθη Ἰακώβῳ, ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν·
8 εσχατον δε παντων ωσπερει τω εκτρωματι ωφθη καμοι
ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.
9 εγω γαρ ειμι ο ελαχιστοσ των αποστολων οσ ουκ ειμι ικανοσ καλεισθαι αποστολοσ διοτι εδιωξα την εκκλησιαν του θεου
ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·
10 χαριτι δε θεου ειμι ο ειμι και η χαρισ αυτου η εισ εμε ου κενη εγενηθη αλλα περισσοτερον αυτων παντων εκοπιασα ουκ εγω δε αλλ η χαρισ του θεου η συν εμοι
χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ σὺν ἐμοί.
11 ειτε ουν εγω ειτε εκεινοι ουτωσ κηρυσσομεν και ουτωσ επιστευσατε
εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
12 ει δε χριστοσ κηρυσσεται οτι εκ νεκρων εγηγερται πωσ λεγουσιν τινεσ εν υμιν οτι αναστασισ νεκρων ουκ εστιν
Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐγήγερται ἐκ νεκρῶν, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
13 ει δε αναστασισ νεκρων ουκ εστιν ουδε χριστοσ εγηγερται
εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·
14 ει δε χριστοσ ουκ εγηγερται κενον αρα το κηρυγμα ημων κενη δε και η πιστισ υμων
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν·
15 ευρισκομεθα δε και ψευδομαρτυρεσ του θεου οτι εμαρτυρησαμεν κατα του θεου οτι ηγειρεν τον χριστον ον ουκ ηγειρεν ειπερ αρα νεκροι ουκ εγειρονται
εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.
16 ει γαρ νεκροι ουκ εγειρονται ουδε χριστοσ εγηγερται
εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·
17 ει δε χριστοσ ουκ εγηγερται ματαια η πιστισ υμων ετι εστε εν ταισ αμαρτιαισ υμων
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
18 αρα και οι κοιμηθεντεσ εν χριστω απωλοντο
ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.
19 ει εν τη ζωη ταυτη ηλπικοτεσ εσμεν εν χριστω μονον ελεεινοτεροι παντων ανθρωπων εσμεν
εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
20 νυνι δε χριστοσ εγηγερται εκ νεκρων απαρχη των κεκοιμημενων εγενετο
Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.
21 επειδη γαρ δι ανθρωπου ο θανατοσ και δι ανθρωπου αναστασισ νεκρων
ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν·
22 ωσπερ γαρ εν τω αδαμ παντεσ αποθνησκουσιν ουτωσ και εν τω χριστω παντεσ ζωοποιηθησονται
ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.
23 εκαστοσ δε εν τω ιδιω ταγματι απαρχη χριστοσ επειτα οι του χριστου εν τη παρουσια αυτου
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ,
24 ειτα το τελοσ οταν παραδω την βασιλειαν τω θεω και πατρι οταν καταργηση πασαν αρχην και πασαν εξουσιαν και δυναμιν
εἶτα τὸ τέλος, ὅταν παραδιδοῖ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.
25 δει γαρ αυτον βασιλευειν αχρι ου αν θη παντασ τουσ εχθρουσ υπο τουσ ποδασ αυτου
δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
26 εσχατοσ εχθροσ καταργειται ο θανατοσ
ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος·
27 παντα γαρ υπεταξεν υπο τουσ ποδασ αυτου οταν δε ειπη οτι παντα υποτετακται δηλον οτι εκτοσ του υποταξαντοσ αυτω τα παντα
πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.
28 οταν δε υποταγη αυτω τα παντα τοτε και αυτοσ ο υιοσ υποταγησεται τω υποταξαντι αυτω τα παντα ινα η ο θεοσ τα παντα εν πασιν
ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.
29 επει τι ποιησουσιν οι βαπτιζομενοι υπερ των νεκρων ει ολωσ νεκροι ουκ εγειρονται τι και βαπτιζονται υπερ των νεκρων
Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;
30 τι και ημεισ κινδυνευομεν πασαν ωραν
τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;
31 καθ ημεραν αποθνησκω νη την υμετεραν καυχησιν ην εχω εν χριστω ιησου τω κυριω ημων
καθ’ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοί, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
32 ει κατα ανθρωπον εθηριομαχησα εν εφεσω τι μοι το οφελοσ ει νεκροι ουκ εγειρονται φαγωμεν και πιωμεν αυριον γαρ αποθνησκομεν
εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.
33 μη πλανασθε φθειρουσιν ηθη χρηστα ομιλιαι κακαι
μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
34 εκνηψατε δικαιωσ και μη αμαρτανετε αγνωσιαν γαρ θεου τινεσ εχουσιν προσ εντροπην υμιν λεγω
ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ.
35 αλλ ερει τισ πωσ εγειρονται οι νεκροι ποιω δε σωματι ερχονται
Ἀλλὰ ἐρεῖ τις· πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;
36 αφρον συ ο σπειρεισ ου ζωοποιειται εαν μη αποθανη
ἄφρων, σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ·
37 και ο σπειρεισ ου το σωμα το γενησομενον σπειρεισ αλλα γυμνον κοκκον ει τυχοι σιτου η τινοσ των λοιπων
καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν·
38 ο δε θεοσ αυτω διδωσιν σωμα καθωσ ηθελησεν και εκαστω των σπερματων το ιδιον σωμα
ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.
39 ου πασα σαρξ η αυτη σαρξ αλλα αλλη μεν ανθρωπων αλλη δε σαρξ κτηνων αλλη δε ιχθυων αλλη δε πτηνων
οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων.
40 και σωματα επουρανια και σωματα επιγεια αλλ ετερα μεν η των επουρανιων δοξα ετερα δε η των επιγειων
καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.
41 αλλη δοξα ηλιου και αλλη δοξα σεληνησ και αλλη δοξα αστερων αστηρ γαρ αστεροσ διαφερει εν δοξη
ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
42 ουτωσ και η αναστασισ των νεκρων σπειρεται εν φθορα εγειρεται εν αφθαρσια
οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·
43 σπειρεται εν ατιμια εγειρεται εν δοξη σπειρεται εν ασθενεια εγειρεται εν δυναμει
σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·
44 σπειρεται σωμα ψυχικον εγειρεται σωμα πνευματικον εστιν σωμα ψυχικον και εστιν σωμα πνευματικον
σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. εἰ ἔστιν σῶμα Ψυχικόν, ἔστιν καὶ πνευματικόν.
45 ουτωσ και γεγραπται εγενετο ο πρωτοσ ανθρωποσ αδαμ εισ ψυχην ζωσαν ο εσχατοσ αδαμ εισ πνευμα ζωοποιουν
οὕτως καὶ γέγραπται, ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν.
46 αλλ ου πρωτον το πνευματικον αλλα το ψυχικον επειτα το πνευματικον
ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.
47 ο πρωτοσ ανθρωποσ εκ γησ χοικοσ ο δευτεροσ ανθρωποσ ο κυριοσ εξ ουρανου
ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.
48 οιοσ ο χοικοσ τοιουτοι και οι χοικοι και οιοσ ο επουρανιοσ τοιουτοι και οι επουρανιοι
οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
49 και καθωσ εφορεσαμεν την εικονα του χοικου φορεσωμεν και την εικονα του επουρανιου
καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
50 τουτο δε φημι αδελφοι οτι σαρξ και αιμα βασιλειαν θεου κληρονομησαι ου δυνανται ουδε η φθορα την αφθαρσιαν κληρονομει
Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.
51 ιδου μυστηριον υμιν λεγω παντεσ μεν ου κοιμηθησομεθα παντεσ δε αλλαγησομεθα
ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα,
52 εν ατομω εν ριπη οφθαλμου εν τη εσχατη σαλπιγγι σαλπισει γαρ και οι νεκροι εγερθησονται αφθαρτοι και ημεισ αλλαγησομεθα
ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
53 δει γαρ το φθαρτον τουτο ενδυσασθαι αφθαρσιαν και το θνητον τουτο ενδυσασθαι αθανασιαν
δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
54 οταν δε το φθαρτον τουτο ενδυσηται αφθαρσιαν και το θνητον τουτο ενδυσηται αθανασιαν τοτε γενησεται ο λογοσ ο γεγραμμενοσ κατεποθη ο θανατοσ εισ νικοσ
ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, κατεπόθη ὁ θάνατος εἰς νῖκος.
55 που σου θανατε το κεντρον που σου αδη το νικοσ (Hadēs g86)
ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; (Hadēs g86)
56 το δε κεντρον του θανατου η αμαρτια η δε δυναμισ τησ αμαρτιασ ο νομοσ
τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.
57 τω δε θεω χαρισ τω διδοντι ημιν το νικοσ δια του κυριου ημων ιησου χριστου
τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
58 ωστε αδελφοι μου αγαπητοι εδραιοι γινεσθε αμετακινητοι περισσευοντεσ εν τω εργω του κυριου παντοτε ειδοτεσ οτι ο κοποσ υμων ουκ εστιν κενοσ εν κυριω
ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.

< Προς Κορινθιους Α΄ 15 >