< Προς Κορινθιους Β΄ 1 >

1 παυλοσ αποστολοσ ιησου χριστου δια θεληματοσ θεου και τιμοθεοσ ο αδελφοσ τη εκκλησια του θεου τη ουση εν κορινθω συν τοισ αγιοισ πασιν τοισ ουσιν εν ολη τη αχαια
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·
2 χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3 ευλογητοσ ο θεοσ και πατηρ του κυριου ημων ιησου χριστου ο πατηρ των οικτιρμων και θεοσ πασησ παρακλησεωσ
Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως,
4 ο παρακαλων ημασ επι παση τη θλιψει ημων εισ το δυνασθαι ημασ παρακαλειν τουσ εν παση θλιψει δια τησ παρακλησεωσ ησ παρακαλουμεθα αυτοι υπο του θεου
ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ·
5 οτι καθωσ περισσευει τα παθηματα του χριστου εισ ημασ ουτωσ δια του χριστου περισσευει και η παρακλησισ ημων
ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.
6 ειτε δε θλιβομεθα υπερ τησ υμων παρακλησεωσ και σωτηριασ τησ ενεργουμενησ εν υπομονη των αυτων παθηματων ων και ημεισ πασχομεν και η ελπισ ημων βεβαια υπερ υμων ειτε παρακαλουμεθα υπερ τησ υμων παρακλησεωσ και σωτηριασ
εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν. καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν,
7 ειδοτεσ οτι ωσπερ κοινωνοι εστε των παθηματων ουτωσ και τησ παρακλησεωσ
εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.
8 ου γαρ θελομεν υμασ αγνοειν αδελφοι υπερ τησ θλιψεωσ ημων τησ γενομενησ ημιν εν τη ασια οτι καθ υπερβολην εβαρηθημεν υπερ δυναμιν ωστε εξαπορηθηναι ημασ και του ζην
Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν·
9 αλλα αυτοι εν εαυτοισ το αποκριμα του θανατου εσχηκαμεν ινα μη πεποιθοτεσ ωμεν εφ εαυτοισ αλλ επι τω θεω τω εγειροντι τουσ νεκρουσ
ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·
10 οσ εκ τηλικουτου θανατου ερρυσατο ημασ και ρυεται εισ ον ηλπικαμεν οτι και ετι ρυσεται
ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται,
11 συνυπουργουντων και υμων υπερ ημων τη δεησει ινα εκ πολλων προσωπων το εισ ημασ χαρισμα δια πολλων ευχαριστηθη υπερ υμων
συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.
12 η γαρ καυχησισ ημων αυτη εστιν το μαρτυριον τησ συνειδησεωσ ημων οτι εν απλοτητι και ειλικρινεια θεου ουκ εν σοφια σαρκικη αλλ εν χαριτι θεου ανεστραφημεν εν τω κοσμω περισσοτερωσ δε προσ υμασ
ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινίᾳ τοῦ θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ’ ἐν χάριτι θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.
13 ου γαρ αλλα γραφομεν υμιν αλλ η α αναγινωσκετε η και επιγινωσκετε ελπιζω δε οτι και εωσ τελουσ επιγνωσεσθε
οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ’ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε,
14 καθωσ και επεγνωτε ημασ απο μερουσ οτι καυχημα υμων εσμεν καθαπερ και υμεισ ημων εν τη ημερα του κυριου ιησου
καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ.
15 και ταυτη τη πεποιθησει εβουλομην ελθειν προσ υμασ το προτερον ινα δευτεραν χαριν εχητε
Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε,
16 και δι υμων διελθειν εισ μακεδονιαν και παλιν απο μακεδονιασ ελθειν προσ υμασ και υφ υμων προπεμφθηναι εισ την ιουδαιαν
καὶ δι’ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.
17 τουτο ουν βουλευομενοσ μητι αρα τη ελαφρια εχρησαμην η α βουλευομαι κατα σαρκα βουλευομαι ινα η παρ εμοι το ναι ναι και το ου ου
τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ;
18 πιστοσ δε ο θεοσ οτι ο λογοσ ημων ο προσ υμασ ουκ εγενετο ναι και ου
πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἔστιν ναὶ καὶ οὔ.
19 ο γαρ του θεου υιοσ ιησουσ χριστοσ ο εν υμιν δι ημων κηρυχθεισ δι εμου και σιλουανου και τιμοθεου ουκ εγενετο ναι και ου αλλα ναι εν αυτω γεγονεν
ὁ τοῦ θεοῦ γὰρ υἱὸς Χριστὸς Ἰησοῦς ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς, δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν.
20 οσαι γαρ επαγγελιαι θεου εν αυτω το ναι και εν αυτω το αμην τω θεω προσ δοξαν δι ημων
ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί· διὸ καὶ δι’ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι’ ἡμῶν.
21 ο δε βεβαιων ημασ συν υμιν εισ χριστον και χρισασ ημασ θεοσ
ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός,
22 ο και σφραγισαμενοσ ημασ και δουσ τον αρραβωνα του πνευματοσ εν ταισ καρδιαισ ημων
ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
23 εγω δε μαρτυρα τον θεον επικαλουμαι επι την εμην ψυχην οτι φειδομενοσ υμων ουκετι ηλθον εισ κορινθον
Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον.
24 ουχ οτι κυριευομεν υμων τησ πιστεωσ αλλα συνεργοι εσμεν τησ χαρασ υμων τη γαρ πιστει εστηκατε
οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.

< Προς Κορινθιους Β΄ 1 >