< コロサイ人への手紙 3 >

1 第一項 信徒一般に関する教訓 然れば汝等、若キリストと共に復活したるならば、上の事、即ち神御右にキリストの坐し居給ふ處の事を求めよ。
Εἰ οὖν συνηγέρθητε τῷ ˚Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ ˚Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ ˚Θεοῦ καθήμενος.
2 地上の事ならで、上の事を慮れ、
Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.
3 蓋汝等は死したる者にして、其生命は、キリストと共に神に於て隠れたるなり。
Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ ˚Χριστῷ ἐν τῷ ˚Θεῷ.
4 我等の生命にて在すキリストの顕れ給ふ時には、汝等も亦彼と共に光榮の中に顕るべし。
Ὅταν ὁ ˚Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
5 故に汝等、地上に於る四肢五體、即ち私通、淫亂、情慾、邪慾及び偶像崇拝なる貪欲を殺すべし、
Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς: πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία,
6 神御怒は、是等の事の為に不信の子等の上に來る。
διʼ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ ˚Θεοῦ,
7 汝等も彼等の中に生活せし時は、斯る事の中に歩みたれど、
ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν τούτοις.
8 今は汝等も是等の一切と、怒、憤、惡心、罵罾とを棄て、猥褻なる談話を其口より棄てよ。
Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα: ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν.
9 互いに僞る勿れ。舊き人と其業とを脱ぎて、
Μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,
10 新しき人、即ち之を造り給ひしものの御像に肖りて知識に進む様、新になる人を着るべし。
καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν, κατʼ εἰκόνα τοῦ κτίσαντος αὐτόν,
11 茲に至りては、異邦人もユデア人も、割禮も無割禮も、夷もシタ人も、奴隷も自由の身もある事なく、唯萬民の中に萬事と成り給へるキリストの在せるのみ。
ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσιν ˚Χριστός.
12 然れば汝等、神に選まれ奉りたる聖にして且至愛なる者の如く、慈悲の腸、寛仁、謙遜、柔和、堪忍等を身に纏ひて、
Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ ˚Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν,
13 互に忍耐し、若人に對して苦情あらば互に宥恕し、主の汝等に赦し給ひし如く、汝等も亦然せよ。
ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ ˚Κύριος ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς.
14 尚此一切の事に加へて愛を有せよ、愛は完徳の結なればなり。
Ἐπὶ πᾶσιν δὲ τούτοις, τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος.
15 而して汝等一體としてキリストの平和に召されたれば、其平和をして汝等の心を司らしむべし、汝等も亦感謝し奉れ。
Καὶ ἡ εἰρήνη τοῦ ˚Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.
16 キリストの御言汝等の中に豊に宿りて、凡ての知識に於て相教へ相勧め、恩寵によりて霊的の詩、讃美歌、歌を以て、心の中に神に謳ふべし。
Ὁ λόγος τοῦ ˚Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ, διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς, ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ ˚Θεῷ.
17 何事を為すも、或は言、或は行、悉く主イエズス、キリストの御名により、之を以て父にて在す神に感謝し奉りつつ為すべし。
Καὶ πᾶν, ὅ τι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι ˚Κυρίου ˚Ἰησοῦ, εὐχαριστοῦντες τῷ ˚Θεῷ Πατρὶ διʼ αὐτοῦ.
18 第二項 家庭に関する教訓 妻たる者よ、為すべき如く主に於て夫に從へ。
Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν ˚Κυρίῳ.
19 夫たる者よ、其妻を愛して彼等に苦かること勿れ。
Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.
20 子たる者よ、萬事に於て親に從へ、是主の御意に適ふが故なり。
Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐν ˚Κυρίῳ.
21 父たる者よ、汝等其子等の怒を買ふ事勿れ、恐らくは落胆せん。
Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.
22 奴隷たる者よ、萬事に於て肉身上の主人に從へ、人に喜ばれんとするが如くに、目前のみにて事へず、純朴なる心を以て主を畏れて事へよ。
Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλεία, ὡς ἀνθρωπάρεσκοι, ἀλλʼ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν ˚Κύριον.
23 汝等何事を為すも、人の為にすと思はず、主の為にすと思ひ、
Ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ ˚Κυρίῳ καὶ οὐκ ἀνθρώποις,
24 主より世嗣の報を得べしと覚りて之を心より行へ。主キリストに事へ奉れ、
εἰδότες ὅτι ἀπὸ ˚Κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας. Τῷ ˚Κυρίῳ ˚Χριστῷ δουλεύετε.
25 蓋不義を為す人は其不義の報を得べし、且神に於ては人に偏り給ふ事あらざるなり。
Ὁ γὰρ ἀδικῶν, κομιεῖται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.

< コロサイ人への手紙 3 >