< テサロニケ人への手紙第一 1 >

1 パウロ、シルヴァノ及びチモテオ、神にて在す父及び主イエズス、キリストに在るテサロニケ人の教會に[書簡を贈る]。
Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος, τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν ˚Θεῷ Πατρὶ καὶ ˚Κυρίῳ ˚Ἰησοῦ ˚Χριστῷ: χάρις ὑμῖν καὶ εἰρήνη.
2 願はくは恩寵と平安とを汝等に賜はらんことを。我等は常に汝等一同の為に神に感謝し奉り、祈祷の中に汝等を記念して、
Εὐχαριστοῦμεν τῷ ˚Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως
3 絶間なく我父にて在す神の御前に於て、汝等の信仰の業と、愛の勞苦と、我主イエズス、キリストに於る希望の不退転なる事とを記憶す。
μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ἔμπροσθεν τοῦ ˚Θεοῦ καὶ Πατρὸς ἡμῶν,
4 神に愛せられ奉る兄弟等よ、我等は汝等が選まれし次第を知れり。
εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ τοῦ ˚Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν,
5 即ち我等の福音は、汝等に於て唯言のみに止らず、能力及び聖霊によりて全き確信を獲たりき、我等が汝等の中に在りて、汝等の為に如何なる者なりしかは、汝等の知れる所の如し。
ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν ˚Πνεύματι Ἁγίῳ, καὶ πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ὑμῖν διʼ ὑμᾶς.
6 汝等も亦大いなる患難に在りながら、聖霊の喜を以て言を受けて、我等と主とを學ぶ者と成り、
Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ ˚Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς ˚Πνεύματος Ἁγίου,
7 マケドニア[州]及びアカヤ[州]に於る一切の信者の模範たるに至れり。
ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ.
8 蓋主の御言は、汝等よりしてマケドニア及びアカヤに響きしのみならず、神に於る汝等の信仰[の風評]何處にも行渡りたれば、我等は何事をも言ふを要せず、
Ἀφʼ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ ˚Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλʼ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν ˚Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι.
9 即ち彼等自ら我々の事を語り、我等が汝等の中に入りし次第、又汝等が偶像を去りて神に歸依し、活き給へる眞の神に事へ奉り、
Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν ˚Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν ˚Θεῷ ζῶντι καὶ ἀληθινῷ,
10 死者の中より復活せしめ給ひし其御子、即ち來る怒より我等を救ひ給ひしイエズスの、天より降り給ふを待てる次第を吹聴するなり。
καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, ˚Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.

< テサロニケ人への手紙第一 1 >