< テサロニケ人への手紙第二 2 >

1 兄弟等よ、我主イエズス、キリストの再臨に就き、又我等が之と一致すべき事に就きては、
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν,
2 或は霊により、或は我等より出でしが如き物語、或は書簡によりて、主の日迫れりとて汝等が容易く本心より動かされず、又驚かされざらん事を希ふ。
εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε διʼ ἐπιστολῆς, ὡς διʼ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ ˚Κυρίου.
3 誰にも決して欺かるること勿れ、蓋先棄教の事來りて、罪の人即ち亡の子顕るるに非ずば、[主の日は來らじ]。
Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας,
4 彼は反對して一切の所謂神、又は禮拝物に激しく立逆らひ、神殿に坐して自ら神たるが如く己を示すにすら至るべし。
ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ ˚Θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν ˚Θεός.
5 我が尚汝等の中に在りし時、是等の事を言ひ居たりしを、汝等は記憶せざるか。
Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν;
6 彼の時期に至りて顕れしめん為に今彼を止むる者の何たるかは、汝等の知る所なり。
Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ.
7 蓋不義の奥義は既に活動せり、但今之を止めつつある者の除かるる迄なり。
Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται.
8 其時彼の不義者顕され、主イエズス御口の息を以て之を殺し、己が降臨の光榮を以て之を亡ぼし給ふべし。
Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ ˚Κύριος ˚Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,
9 彼者の來るはサタンの勢力に由る事にして、一切の異能の業と徴と僞りの奇蹟と、
οὗ ἐστιν ἡ παρουσία, κατʼ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασιν ψεύδους,
10 不義の誑惑とを盡して亡ぶる人々に當らん。是彼等が救はるる様、眞理の愛を受けざりし故なり。然れば神其中に惑を働かしめ給ひて、彼等は偽を信ずるに至らん。
καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας, τοῖς ἀπολλυμένοις, ἀνθʼ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτούς.
Καὶ διὰ τοῦτο, πέμπει αὐτοῖς ὁ ˚Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει,
12 是眞理を信ぜずして不義に同意したる人々の悉く審判せられん為なり。
ἵνα κριθῶσιν ἅπαντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλὰ εὐδοκήσαντες τῇ ἀδικίᾳ.
13 然れど主に愛せられ奉る兄弟等よ、我等は常に汝等の為に神に感謝し奉るべきなり、其は神、[聖]霊によれる成聖と眞理の信仰とによりて救霊を得しむべく、素より汝等を選み給ひたればなり。
Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ ˚Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ ˚Κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ ˚Θεὸς, ἀπʼ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ ˚Πνεύματος καὶ πίστει ἀληθείας,
14 我等の福音を以て汝等を之に召し給ひしも、我主イエズス、キリストの光榮を得しめ給はん為なり。
εἰς ὃ ἐκάλεσεν ὑμᾶς, διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ.
15 然れば兄弟等よ、毅然として我等の或は物語、或は書簡に由りて習ひし傳を守れ。
Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε διʼ ἐπιστολῆς ἡμῶν.
16 願はくは我主イエズス、キリスト御自ら、并に我等を愛し給ひて恩寵による永遠の慰と善き希望とを賜ひし我父にて在す神、 (aiōnios g166)
Αὐτὸς δὲ ὁ ˚Κύριος ἡμῶν, ˚Ἰησοῦς ˚Χριστὸς, καὶ ὁ ˚Θεὸς ὁ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, (aiōnios g166)
17 汝等の心を勧めて凡ての善き業と言とに堅うし給はん事を。
παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.

< テサロニケ人への手紙第二 2 >