< コリント人への手紙第一 6 >

1 第二項 信者間の訴訟 汝等の中に相関係せる事件ある時、其審判を聖徒に願はずして、正しからざる人々に願ふ事を敢てする者あるは何ぞや。
Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
2 聖徒は此世を審くべき者なりと知らずや、然れば世は汝等より審かるべきに、汝等は、極めて些細なる事を審くに足らざるか。
Ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;
3 知らずや我等は天使等を審くべき者なり、况や世の事をや。
Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά;
4 故に若審くべき此世の事件あらば、之を審く為に教會内の卑しき人々を立てよ。
Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε;
5 斯く言へるは汝等を辱しめんとてなり。然らば其兄弟の間の事を審くべき賢き者、汝等の中に一人も在らざるか。
Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ;
6 然るを兄弟兄弟を相手取りて、而も不信者の前に訴訟を起す。
Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων;
7 互に訴訟のある事すら、既に疑もなく汝等の中の失態なり。何故に寧不義を受けざる、何故に寧害を忍ばざる、
Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθʼ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;
8 却て汝等自ら不義と詐欺とを為し、而も兄弟に對して之を為せるは何ぞや。
Ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς!
9 不義者は神の國を得る事なしと知らずや。誤ること勿れ、私通者も、偶像崇拝者も、姦淫者も、
Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι ˚Θεοῦ Βασιλείαν οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται,
10 男娼も、男色者も、盗賊も、貪慾者も、酩酊者も、侮辱者も、掠奪者も、神の國を得ざるべし。
οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, Βασιλείαν ˚Θεοῦ κληρονομήσουσιν.
11 汝等の中の或人々、曩には斯の如き者なりしかど、我主イエズス、キリストの御名により、又我神の霊によりて、既に洗潔められ、聖とせられ、義とせられたり。
Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε, ἐν τῷ ὀνόματι τοῦ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἐν τῷ ˚Πνεύματι τοῦ ˚Θεοῦ ἡμῶν.
12 何事も我に可なりと雖も、皆益あるには非ず。何事も我に可なりと雖も、我は決して何物の奴隷ともならじ。
Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
13 食物は腹の為、腹は食物の為なれども、神は此も彼も共に亡ぼし給ふべし。肉體は私通の為に非ずして主の為なり、主も亦肉體の為なり。
Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ ˚Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ ˚Κυρίῳ, καὶ ὁ ˚Κύριος τῷ σώματι.
14 抑神は主を復活せしめ給ひたれば、御能力を以て我等をも亦復活せしめ給ふべし。
Ὁ δὲ ˚Θεὸς καὶ τὸν ˚Κύριον ἤγειρεν, καὶ ἡμᾶς ἐξεγερεῖ, διὰ τῆς δυνάμεως αὐτοῦ.
15 汝等の體はキリストの肢なりと知らずや、然らばキリストの肢を奪ひて娼婦の肢と為さんか、[否々]。
Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη ˚Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ ˚Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο!
16 娼婦に着く人は之と一體になると知らずや、即ち曰く、「二人一體に在らん」と、
Ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν; “Ἔσονται” γάρ, φησίν, “οἱ δύο εἰς σάρκα μίαν.”
17 然れど主に着く人は一の霊となるなり。
Ὁ δὲ κολλώμενος τῷ ˚Κυρίῳ, ἓν πνεῦμά ἐστιν.
18 私通を避けよ、人の犯す罪は何れも身の外に在れども、私通する人は己が身を犯すなり。
Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
19 又汝等の五體は神より賜はりて、汝等の中に在す聖霊の神殿なる事、汝等が汝等自らのものに非ざる事を知らざるか。
Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν, ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου ˚Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ ˚Θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν,
20 蓋汝等は高價を以て買はれたり、己が身に於て神に光榮を歸し奉れ。
ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν ˚Θεὸν ἐν τῷ σώματι ὑμῶν.

< コリント人への手紙第一 6 >