< 詩篇 48 >

1 ヱホバは大なり われらの神の都そのきよき山のうへにて甚くほめたたへられたまふべし
ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε δευτέρᾳ σαββάτου μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν ὄρει ἁγίῳ αὐτοῦ
2 シオンの山はきたの端たかくしてうるはしく喜悦を地にあまねくあたふ ここは大なる王のみやこなり
εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς ὄρη Σιων τὰ πλευρὰ τοῦ βορρᾶ ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου
3 そのもろもろの殿のうちに神はおのれをたかき櫓としてあらはしたまへり
ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται ὅταν ἀντιλαμβάνηται αὐτῆς
4 みよ王等はつどひあつまりて偕にすぎゆきぬ
ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν ἤλθοσαν ἐπὶ τὸ αὐτό
5 かれらは都をみてあやしみ且おそれて忽ちのがれされり
αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν ἐταράχθησαν ἐσαλεύθησαν
6 戰慄はかれらにのぞみ その苦痛は子をうまんとする婦のごとし
τρόμος ἐπελάβετο αὐτῶν ἐκεῖ ὠδῖνες ὡς τικτούσης
7 なんぢは東風をおこしてタルシシの舟をやぶりたまふ
ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις
8 曩にわれらが聞しごとく今われらは萬軍のヱホバの都われらの神のみやこにて之をみることをえたり 神はこの都をとこしへまで固くしたまはん (セラ)
καθάπερ ἠκούσαμεν οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων ἐν πόλει τοῦ θεοῦ ἡμῶν ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα διάψαλμα
9 神よ我らはなんぢの宮のうちにて仁慈をおもへり
ὑπελάβομεν ὁ θεός τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου
10 神よなんぢの譽はその名のごとく地の極にまでおよべり なんぢの右手はただしきにて充り
κατὰ τὸ ὄνομά σου ὁ θεός οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς δικαιοσύνης πλήρης ἡ δεξιά σου
11 なんぢのもろもろの審判によりてシオンの山はよろこびユダの女輩はたのしむべし
εὐφρανθήτω τὸ ὄρος Σιων ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου κύριε
12 シオンの周圍をありき徧くめぐりてその櫓をかぞへよ
κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς
13 その石垣に目をとめよ そのもろもろの殿をみよ なんぢらこれを後代にかたりつたへんが爲なり
θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν
14 そはこの神はいや遠長にわれらの神にましましてわれらを死るまでみちびきたまはん
ὅτι οὗτός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας

< 詩篇 48 >