< Προς Ρωμαιους 8 >

1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ.
ουδεν αρα νυν κατακριμα τοισ εν χριστω ιησου μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα
2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
ο γαρ νομοσ του πνευματοσ τησ ζωησ εν χριστω ιησου ηλευθερωσεν με απο του νομου τησ αμαρτιασ και του θανατου
3 τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,
το γαρ αδυνατον του νομου εν ω ησθενει δια τησ σαρκοσ ο θεοσ τον εαυτου υιον πεμψασ εν ομοιωματι σαρκοσ αμαρτιασ και περι αμαρτιασ κατεκρινεν την αμαρτιαν εν τη σαρκι
4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα.
ινα το δικαιωμα του νομου πληρωθη εν ημιν τοισ μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα
5 οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος.
οι γαρ κατα σαρκα οντεσ τα τησ σαρκοσ φρονουσιν οι δε κατα πνευμα τα του πνευματοσ
6 τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη·
το γαρ φρονημα τησ σαρκοσ θανατοσ το δε φρονημα του πνευματοσ ζωη και ειρηνη
7 διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται·
διοτι το φρονημα τησ σαρκοσ εχθρα εισ θεον τω γαρ νομω του θεου ουχ υποτασσεται ουδε γαρ δυναται
8 οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται.
οι δε εν σαρκι οντεσ θεω αρεσαι ου δυνανται
9 ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
υμεισ δε ουκ εστε εν σαρκι αλλ εν πνευματι ειπερ πνευμα θεου οικει εν υμιν ει δε τισ πνευμα χριστου ουκ εχει ουτοσ ουκ εστιν αυτου
10 εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
ει δε χριστοσ εν υμιν το μεν σωμα νεκρον δια αμαρτιαν το δε πνευμα ζωη δια δικαιοσυνην
11 εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.
ει δε το πνευμα του εγειραντοσ ιησουν εκ νεκρων οικει εν υμιν ο εγειρασ τον χριστον εκ νεκρων ζωοποιησει και τα θνητα σωματα υμων δια το ενοικουν αυτου πνευμα εν υμιν
12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν·
αρα ουν αδελφοι οφειλεται εσμεν ου τη σαρκι του κατα σαρκα ζην
13 εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε ἀποθνῄσκειν, εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε ζήσεσθε.
ει γαρ κατα σαρκα ζητε μελλετε αποθνησκειν ει δε πνευματι τασ πραξεισ του σωματοσ θανατουτε ζησεσθε
14 ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ εἰσιν θεοῦ.
οσοι γαρ πνευματι θεου αγονται ουτοι εισιν υιοι θεου
15 οὐ γὰρ ἐλάβετε πνεῦμα δουλίας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ πατήρ·
ου γαρ ελαβετε πνευμα δουλειασ παλιν εισ φοβον αλλ ελαβετε πνευμα υιοθεσιασ εν ω κραζομεν αββα ο πατηρ
16 αὐτὸ τὸ πνεῦμα συνμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ.
αυτο το πνευμα συμμαρτυρει τω πνευματι ημων οτι εσμεν τεκνα θεου
17 εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν θεοῦ, συνκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συνπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν.
ει δε τεκνα και κληρονομοι κληρονομοι μεν θεου συγκληρονομοι δε χριστου ειπερ συμπασχομεν ινα και συνδοξασθωμεν
18 Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
λογιζομαι γαρ οτι ουκ αξια τα παθηματα του νυν καιρου προσ την μελλουσαν δοξαν αποκαλυφθηναι εισ ημασ
19 ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται·
η γαρ αποκαραδοκια τησ κτισεωσ την αποκαλυψιν των υιων του θεου απεκδεχεται
20 τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐφ’ ἐλπίδι
τη γαρ ματαιοτητι η κτισισ υπεταγη ουχ εκουσα αλλα δια τον υποταξαντα επ ελπιδι
21 διότι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλίας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.
οτι και αυτη η κτισισ ελευθερωθησεται απο τησ δουλειασ τησ φθορασ εισ την ελευθεριαν τησ δοξησ των τεκνων του θεου
22 οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν·
οιδαμεν γαρ οτι πασα η κτισισ συστεναζει και συνωδινει αχρι του νυν
23 οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.
ου μονον δε αλλα και αυτοι την απαρχην του πνευματοσ εχοντεσ και ημεισ αυτοι εν εαυτοισ στεναζομεν υιοθεσιαν απεκδεχομενοι την απολυτρωσιν του σωματοσ ημων
24 τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τίς, τί καὶ ἐλπίζει;
τη γαρ ελπιδι εσωθημεν ελπισ δε βλεπομενη ουκ εστιν ελπισ ο γαρ βλεπει τισ τι και ελπιζει
25 εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.
ει δε ο ου βλεπομεν ελπιζομεν δι υπομονησ απεκδεχομεθα
26 Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις·
ωσαυτωσ δε και το πνευμα συναντιλαμβανεται ταισ ασθενειαισ ημων το γαρ τι προσευξομεθα καθο δει ουκ οιδαμεν αλλ αυτο το πνευμα υπερεντυγχανει υπερ ημων στεναγμοισ αλαλητοισ
27 ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
ο δε ερευνων τασ καρδιασ οιδεν τι το φρονημα του πνευματοσ οτι κατα θεον εντυγχανει υπερ αγιων
28 οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.
οιδαμεν δε οτι τοισ αγαπωσιν τον θεον παντα συνεργει εισ αγαθον τοισ κατα προθεσιν κλητοισ ουσιν
29 ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·
οτι ουσ προεγνω και προωρισεν συμμορφουσ τησ εικονοσ του υιου αυτου εισ το ειναι αυτον πρωτοτοκον εν πολλοισ αδελφοισ
30 οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.
ουσ δε προωρισεν τουτουσ και εκαλεσεν και ουσ εκαλεσεν τουτουσ και εδικαιωσεν ουσ δε εδικαιωσεν τουτουσ και εδοξασεν
31 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;
τι ουν ερουμεν προσ ταυτα ει ο θεοσ υπερ ημων τισ καθ ημων
32 ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;
οσ γε του ιδιου υιου ουκ εφεισατο αλλ υπερ ημων παντων παρεδωκεν αυτον πωσ ουχι και συν αυτω τα παντα ημιν χαρισεται
33 τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; θεὸς ὁ δικαιῶν·
τισ εγκαλεσει κατα εκλεκτων θεου θεοσ ο δικαιων
34 τίς ὁ κατακρινῶν; Χριστὸς Ἰησοῦς ὁ ἀποθανών, μᾶλλον δὲ ἐγερθείς, ὃς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.
τισ ο κατακρινων χριστοσ ο αποθανων μαλλον δε και εγερθεισ οσ και εστιν εν δεξια του θεου οσ και εντυγχανει υπερ ημων
35 τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;
τισ ημασ χωρισει απο τησ αγαπησ του χριστου θλιψισ η στενοχωρια η διωγμοσ η λιμοσ η γυμνοτησ η κινδυνοσ η μαχαιρα
36 καθὼς γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
καθωσ γεγραπται οτι ενεκεν σου θανατουμεθα ολην την ημεραν ελογισθημεν ωσ προβατα σφαγησ
37 ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
αλλ εν τουτοισ πασιν υπερνικωμεν δια του αγαπησαντοσ ημασ
38 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις
πεπεισμαι γαρ οτι ουτε θανατοσ ουτε ζωη ουτε αγγελοι ουτε αρχαι ουτε δυναμεισ ουτε ενεστωτα ουτε μελλοντα
39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
ουτε υψωμα ουτε βαθοσ ουτε τισ κτισισ ετερα δυνησεται ημασ χωρισαι απο τησ αγαπησ του θεου τησ εν χριστω ιησου τω κυριω ημων

< Προς Ρωμαιους 8 >