< Πραξεις 1 >
1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν
τον μεν πρωτον λογον εποιησαμην περι παντων ω θεοφιλε ων ηρξατο ο ιησουσ ποιειν τε και διδασκειν
2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη·
αχρι ησ ημερασ εντειλαμενοσ τοισ αποστολοισ δια πνευματοσ αγιου ουσ εξελεξατο ανεληφθη
3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ.
οισ και παρεστησεν εαυτον ζωντα μετα το παθειν αυτον εν πολλοισ τεκμηριοισ δι ημερων τεσσαρακοντα οπτανομενοσ αυτοισ και λεγων τα περι τησ βασιλειασ του θεου
4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
και συναλιζομενοσ παρηγγειλεν αυτοισ απο ιεροσολυμων μη χωριζεσθαι αλλα περιμενειν την επαγγελιαν του πατροσ ην ηκουσατε μου
5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
οτι ιωαννησ μεν εβαπτισεν υδατι υμεισ δε βαπτισθησεσθε εν πνευματι αγιω ου μετα πολλασ ταυτασ ημερασ
6 οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες· κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
οι μεν ουν συνελθοντεσ επηρωτων αυτον λεγοντεσ κυριε ει εν τω χρονω τουτω αποκαθιστανεισ την βασιλειαν τω ισραηλ
7 εἶπεν πρὸς αὐτούς, οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,
ειπεν δε προσ αυτουσ ουχ υμων εστιν γνωναι χρονουσ η καιρουσ ουσ ο πατηρ εθετο εν τη ιδια εξουσια
8 ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρίᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
αλλα ληψεσθε δυναμιν επελθοντοσ του αγιου πνευματοσ εφ υμασ και εσεσθε μοι μαρτυρεσ εν τε ιερουσαλημ και εν παση τη ιουδαια και σαμαρεια και εωσ εσχατου τησ γησ
9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
και ταυτα ειπων βλεποντων αυτων επηρθη και νεφελη υπελαβεν αυτον απο των οφθαλμων αυτων
10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς,
και ωσ ατενιζοντεσ ησαν εισ τον ουρανον πορευομενου αυτου και ιδου ανδρεσ δυο παρειστηκεισαν αυτοισ εν εσθητι λευκη
11 οἳ καὶ εἶπαν· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
οι και ειπον ανδρεσ γαλιλαιοι τι εστηκατε εμβλεποντεσ εισ τον ουρανον ουτοσ ο ιησουσ ο αναληφθεισ αφ υμων εισ τον ουρανον ουτωσ ελευσεται ον τροπον εθεασασθε αυτον πορευομενον εισ τον ουρανον
12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαββάτου ἔχον ὁδόν.
τοτε υπεστρεψαν εισ ιερουσαλημ απο ορουσ του καλουμενου ελαιωνοσ ο εστιν εγγυσ ιερουσαλημ σαββατου εχον οδον
13 καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
και οτε εισηλθον ανεβησαν εισ το υπερωον ου ησαν καταμενοντεσ ο τε πετροσ και ιακωβοσ και ιωαννησ και ανδρεασ φιλιπποσ και θωμασ βαρθολομαιοσ και ματθαιοσ ιακωβοσ αλφαιου και σιμων ο ζηλωτησ και ιουδασ ιακωβου
14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ.
ουτοι παντεσ ησαν προσκαρτερουντεσ ομοθυμαδον τη προσευχη και τη δεησει συν γυναιξιν και μαρια τη μητρι του ιησου και συν τοισ αδελφοισ αυτου
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡσεὶ ἑκατὸν εἴκοσι,
και εν ταισ ημεραισ ταυταισ αναστασ πετροσ εν μεσω των μαθητων ειπεν ην τε οχλοσ ονοματων επι το αυτο ωσ εκατον εικοσι
16 ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυεὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν,
ανδρεσ αδελφοι εδει πληρωθηναι την γραφην ταυτην ην προειπεν το πνευμα το αγιον δια στοματοσ δαυιδ περι ιουδα του γενομενου οδηγου τοισ συλλαβουσιν τον ιησουν
17 ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.
οτι κατηριθμημενοσ ην συν ημιν και ελαχεν τον κληρον τησ διακονιασ ταυτησ
18 οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
ουτοσ μεν ουν εκτησατο χωριον εκ μισθου τησ αδικιασ και πρηνησ γενομενοσ ελακησεν μεσοσ και εξεχυθη παντα τα σπλαγχνα αυτου
19 ὃ καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀχελδαμάχ, τοῦτ’ ἔστιν, χωρίον αἵματος.
και γνωστον εγενετο πασιν τοισ κατοικουσιν ιερουσαλημ ωστε κληθηναι το χωριον εκεινο τη ιδια διαλεκτω αυτων ακελδαμα τουτ εστιν χωριον αιματοσ
20 γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν, γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί, τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.
γεγραπται γαρ εν βιβλω ψαλμων γενηθητω η επαυλισ αυτου ερημοσ και μη εστω ο κατοικων εν αυτη και την επισκοπην αυτου λαβοι ετεροσ
21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ κύριος Ἰησοῦς,
δει ουν των συνελθοντων ημιν ανδρων εν παντι χρονω εν ω εισηλθεν και εξηλθεν εφ ημασ ο κυριοσ ιησουσ
22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἄχρι τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων.
αρξαμενοσ απο του βαπτισματοσ ιωαννου εωσ τησ ημερασ ησ ανεληφθη αφ ημων μαρτυρα τησ αναστασεωσ αυτου γενεσθαι συν ημιν ενα τουτων
23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν.
και εστησαν δυο ιωσηφ τον καλουμενον βαρσαβαν οσ επεκληθη ιουστοσ και ματθιαν
24 καὶ προσευξάμενοι εἶπαν, σὺ κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα
και προσευξαμενοι ειπον συ κυριε καρδιογνωστα παντων αναδειξον ον εξελεξω εκ τουτων των δυο ενα
25 λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφ’ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
λαβειν τον κληρον τησ διακονιασ ταυτησ και αποστολησ εξ ησ παρεβη ιουδασ πορευθηναι εισ τον τοπον τον ιδιον
26 καὶ ἔδωκαν κλήρους αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συνκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
και εδωκαν κληρουσ αυτων και επεσεν ο κληροσ επι ματθιαν και συγκατεψηφισθη μετα των ενδεκα αποστολων