< Ψαλμοί 145 >

1 «Αίνεσις του Δαβίδ.» Θέλω σε υψόνει, Θεέ μου, βασιλεύ· και θέλω ευλογεί το όνομά σου εις τον αιώνα και εις τον αιώνα.
αἴνεσις τῷ Δαυιδ ὑψώσω σε ὁ θεός μου ὁ βασιλεύς μου καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
2 Καθ' εκάστην ημέραν θέλω σε ευλογεί· και θέλω αινεί το όνομά σου εις τον αιώνα και εις τον αιώνα.
καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
3 Μέγας ο Κύριος και αξιΰμνητος σφόδρα· και η μεγαλωσύνη αυτού ανεξιχνίαστος.
μέγας κύριος καὶ αἰνετὸς σφόδρα καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας
4 Γενεά εις γενεάν θέλει επαινεί τα έργα σου, και τα μεγαλείά σου θέλουσι διηγείσθαι.
γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσιν
5 Θέλω λαλεί περί της ενδόξου μεγαλοπρεπείας της μεγαλειότητός σου και περί των θαυμαστών έργων σου·
τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσιν καὶ τὰ θαυμάσιά σου διηγήσονται
6 και θέλουσι λέγει την δύναμιν των φοβερών σου κατορθωμάτων, και θέλω διηγείσθαι την μεγαλωσύνην σου·
καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσιν καὶ τὴν μεγαλωσύνην σου διηγήσονται
7 Θέλουσι διαδίδει την μνήμην του πλήθους της αγαθότητός σου, και θέλουσιν αλαλάξει την δικαιοσύνην σου.
μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται
8 Ελεήμων και οικτίρμων ο Κύριος· μακρόθυμος και πολυέλεος.
οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος
9 Αγαθός ο Κύριος προς πάντας· και οι οικτιρμοί αυτού επί πάντα τα ποιήματα αυτού.
χρηστὸς κύριος τοῖς σύμπασιν καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ
10 Πάντα τα ποιήματά σου, Κύριε, θέλουσι σε αινεί· και οι όσιοί σου θέλουσι σε ευλογεί.
ἐξομολογησάσθωσάν σοι κύριε πάντα τὰ ἔργα σου καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε
11 Την δόξαν της βασιλείας σου θέλουσι κηρύττει και θέλουσι διηγείσθαι το μεγαλείόν σου·
δόξαν τῆς βασιλείας σου ἐροῦσιν καὶ τὴν δυναστείαν σου λαλήσουσιν
12 διά να γνωστοποιήσωσιν εις τους υιούς των ανθρώπων τα μεγαλεία αυτού, και την δόξαν της μεγαλοπρεπείας της βασιλείας αυτού.
τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου
13 Η βασιλεία σου βασιλεία πάντων των αιώνων, και η δεσποτεία σου εν πάση γενεά και γενεά.
ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ πιστὸς κύριος ἐν τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ
14 Ο Κύριος υποστηρίζει πάντας τους πίπτοντας και ανορθοί πάντας τους κεκυρτωμένους.
ὑποστηρίζει κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους
15 Οι οφθαλμοί πάντων αποβλέπουσι προς σέ· και συ δίδεις εις αυτούς την τροφήν αυτών εν καιρώ.
οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ
16 Ανοίγεις την χείρα σου και χορταίνεις την επιθυμίαν παντός ζώντος.
ἀνοίγεις σὺ τὴν χεῖρά σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας
17 Δίκαιος ο Κύριος εν πάσαις ταις οδοίς αυτού και αγαθός εν πάσι τοις έργοις αυτού.
δίκαιος κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσιν τοῖς ἔργοις αὐτοῦ
18 Ο Κύριος είναι πλησίον πάντων των επικαλουμένων αυτόν· πάντων των επικαλουμένων αυτόν εν αληθεία.
ἐγγὺς κύριος πᾶσιν τοῖς ἐπικαλουμένοις αὐτόν πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ
19 Εκπληροί την επιθυμίαν των φοβουμένων αυτόν, και της κραυγής αυτών εισακούει και σώζει αυτούς.
θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν ἐπακούσεται καὶ σώσει αὐτούς
20 Ο Κύριος φυλάττει πάντας τους αγαπώντας αυτόν· θέλει δε εξολοθρεύσει πάντας τους ασεβείς.
φυλάσσει κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολεθρεύσει
21 Το στόμα μου θέλει λαλεί την αίνεσιν του Κυρίου· και πάσα σαρξ ας ευλογή το όνομα το άγιον αυτού εις τον αιώνα και εις τον αιώνα.
αἴνεσιν κυρίου λαλήσει τὸ στόμα μου καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος

< Ψαλμοί 145 >