< Ἰησοῦς Nαυῆ 1 >

1 Και μετά την τελευτήν του Μωϋσέως του δούλου του Κυρίου, είπε Κύριος προς Ιησούν τον υιόν του Ναυή, τον υπηρέτην του Μωϋσέως, λέγων,
καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ εἶπεν κύριος τῷ Ἰησοῖ υἱῷ Ναυη τῷ ὑπουργῷ Μωυσῆ λέγων
2 Μωϋσής ο θεράπων μου ετελεύτησε· τώρα λοιπόν σηκωθείς διάβηθι τον Ιορδάνην τούτον, συ και πας ο λαός ούτος, προς την γην την οποίαν εγώ δίδω εις αυτούς, εις τους υιούς Ισραήλ.
Μωυσῆς ὁ θεράπων μου τετελεύτηκεν νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ιορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι αὐτοῖς
3 Πάντα τον τόπον, επί του οποίου πατήση το ίχνος των ποδών σας, εις εσάς έδωκα αυτόν, καθώς είπα προς τον Μωϋσήν·
πᾶς ὁ τόπος ἐφ’ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν ὑμῖν δώσω αὐτόν ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ
4 από της ερήμου και του Λιβάνου τούτου και έως του ποταμού του μεγάλου, του ποταμού του Ευφράτου, πάσα η γη των Χετταίων, και έως της θαλάσσης της μεγάλης προς δυσμάς του ηλίου, θέλει είσθαι το όριόν σας.
τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης ἀφ’ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν
5 Δεν θέλει δυνηθή άνθρωπος να σταθή εναντίον σου πάσας τας ημέρας της ζωής σου· καθώς ήμην μετά του Μωϋσέως, θέλω είσθαι μετά σού· δεν θέλω σε αφήσει ουδέ σε εγκαταλείψει.
οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ οὕτως ἔσομαι καὶ μετὰ σοῦ καὶ οὐκ ἐγκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε
6 Ίσχυε και ανδρίζου· διότι συ θέλεις κληροδοτήσει εις τον λαόν τούτον την γην, την οποίαν ώμοσα προς τους πατέρας αυτών να δώσω εις αυτούς.
ἴσχυε καὶ ἀνδρίζου σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς
7 Μόνον ίσχυε και ανδρίζου σφόδρα, διά να προσέχης να κάμνης κατά πάντα τον νόμον, τον οποίον προσέταξεν εις σε Μωϋσής ο θεράπων μου· μη εκκλίνης απ' αυτού δεξιά ή αριστερά, διά να φέρησαι μετά συνέσεως πανταχού όπου αν υπάγης.
ἴσχυε οὖν καὶ ἀνδρίζου φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου καὶ οὐκ ἐκκλινεῖς ἀπ’ αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς
8 Δεν θέλει απομακρυνθή τούτο το βιβλίον του νόμου από του στόματός σου, αλλ' εν αυτώ θέλεις μελετά ημέραν και νύκτα, διά να προσέχης να κάμνης κατά πάντα όσα είναι γεγραμμένα εν αυτώ· διότι τότε θέλεις ευοδούσθαι εις την οδόν σου, και τότε θέλεις φέρεσθαι μετά συνέσεως.
καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτός ἵνα συνῇς ποιεῖν πάντα τὰ γεγραμμένα τότε εὐοδωθήσῃ καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις
9 Δεν σε προστάζω εγώ; ίσχυε και ανδρίζου· μη φοβηθής μηδέ δειλιάσης· διότι είναι μετά σου Κύριος ο Θεός σου όπου αν υπάγης.
ἰδοὺ ἐντέταλμαί σοι ἴσχυε καὶ ἀνδρίζου μὴ δειλιάσῃς μηδὲ φοβηθῇς ὅτι μετὰ σοῦ κύριος ὁ θεός σου εἰς πάντα οὗ ἐὰν πορεύῃ
10 Και προσέταξεν ο Ιησούς τους άρχοντας του λαού, λέγων,
καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμματεῦσιν τοῦ λαοῦ λέγων
11 Περάσατε διά μέσου του στρατοπέδου και προστάξατε τον λαόν, λέγοντες, Ετοιμάσατε εις εαυτούς εφόδια· διότι μετά τρεις ημέρας θέλετε διαβή τον Ιορδάνην τούτον, διά να εισέλθητε να κληρονομήσητε την γην, την οποίαν Κύριος ο Θεός σας δίδει εις εσάς διά να κληρονομήσητε αυτήν.
εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ καὶ ἐντείλασθε τῷ λαῷ λέγοντες ἑτοιμάζεσθε ἐπισιτισμόν ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην τοῦτον εἰσελθόντες κατασχεῖν τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν
12 Και προς τους Ρουβηνίτας και προς τους Γαδίτας και προς το ήμισυ της φυλής του Μανασσή είπεν ο Ιησούς, λέγων,
καὶ τῷ Ρουβην καὶ τῷ Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση εἶπεν Ἰησοῦς
13 Ενθυμήθητε τον λόγον τον οποίον προσέταξεν εις εσάς Μωϋσής ο δούλος του Κυρίου, λέγων, Κύριος ο Θεός σας σας ανέπαυσε και σας έδωκε την γην ταύτην·
μνήσθητε τὸ ῥῆμα κυρίου ὃ ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς κυρίου λέγων κύριος ὁ θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην
14 αι γυναίκές σας, τα τέκνα σας και τα κτήνη σας θέλουσι μείνει εν τη γη, την οποίαν ο Μωϋσής έδωκεν εις εσάς εντεύθεν του Ιορδάνου· σεις δε θέλετε διαβή έμπροσθεν των αδελφών σας ώπλισμένοι, πάντες οι δυνατοί εν ισχύϊ, και θέλετε βοηθήσει αυτούς·
αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ ᾗ ἔδωκεν ὑμῖν ὑμεῖς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τῶν ἀδελφῶν ὑμῶν πᾶς ὁ ἰσχύων καὶ συμμαχήσετε αὐτοῖς
15 εωσού αναπαύση ο Κύριος τους αδελφούς σας καθώς και εσάς, και να κληρονομήσωσι και αυτοί την γην, την οποίαν Κύριος ο Θεός σας δίδει εις αυτούς· τότε θέλετε επιστρέψει εις την γην της κληρονομίας σας, και θέλετε κληρονομήσει αυτήν, την οποίαν Μωϋσής ο δούλος του Κυρίου έδωκεν εις εσάς εντεύθεν του Ιορδάνου, προς ανατολάς ηλίου.
ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς καὶ κληρονομήσωσιν καὶ οὗτοι τὴν γῆν ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ ἣν δέδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ Ιορδάνου ἀπ’ ἀνατολῶν ἡλίου
16 Και απεκρίθησαν προς τον Ιησούν, λέγοντες, Πάντα όσα προστάζεις εις ημάς θέλομεν κάμει· και πανταχού όπου αποστείλης ημάς, θέλομεν υπάγει·
καὶ ἀποκριθέντες τῷ Ἰησοῖ εἶπαν πάντα ὅσα ἂν ἐντείλῃ ἡμῖν ποιήσομεν καὶ εἰς πάντα τόπον οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς πορευσόμεθα
17 καθώς υπηκούομεν κατά πάντα εις τον Μωϋσήν, ούτω θέλομεν υπακούει και εις σέ· μόνον Κύριος ο Θεός σου να ήναι μετά σου, καθώς ήτο μετά του Μωϋσέως·
κατὰ πάντα ὅσα ἠκούσαμεν Μωυσῆ ἀκουσόμεθα σοῦ πλὴν ἔστω κύριος ὁ θεὸς ἡμῶν μετὰ σοῦ ὃν τρόπον ἦν μετὰ Μωυσῆ
18 πας άνθρωπος, όστις εναντιωθή εις τας προσταγάς σου και δεν υπακούση εις τους λόγους σου κατά πάντα όσα προστάξης αυτόν, ας θανατόνηται· μόνον ίσχυε και ανδρίζου.
ὁ δὲ ἄνθρωπος ὃς ἐὰν ἀπειθήσῃ σοι καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου καθότι ἂν αὐτῷ ἐντείλῃ ἀποθανέτω ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου

< Ἰησοῦς Nαυῆ 1 >