< Δευτερονόμιον 1 >

1 Ούτοι είναι οι λόγοι, τους οποίους ελάλησεν ο Μωϋσής προς πάντα τον Ισραήλ, εντεύθεν του Ιορδάνου εν τη ερήμω, εν τη πεδιάδι κατέναντι Σούφ, μεταξύ Φαράν και Τοφέλ και Λαβάν και Ασηρώθ και Διζαάβ.
οὗτοι οἱ λόγοι οὓς ἐλάλησεν Μωυσῆς παντὶ Ισραηλ πέραν τοῦ Ιορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ μέσον Φαραν Τοφολ καὶ Λοβον καὶ Αυλων καὶ καταχρύσεα
2 Ένδεκα ημέραι είναι από Χωρήβ, διά της οδού του όρους Σηείρ, έως Κάδης-βαρνή.
ἕνδεκα ἡμερῶν ἐν Χωρηβ ὁδὸς ἐπ’ ὄρος Σηιρ ἕως Καδης Βαρνη
3 Και το τεσσαρακοστόν έτος τον ενδέκατον μήνα, τη πρώτη του μηνός ελάλησεν ο Μωϋσής προς τους υιούς Ισραήλ, κατά πάντα όσα προσέταξεν εις αυτόν ο Κύριος περί αυτών·
καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ ἔτει ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐλάλησεν Μωυσῆς πρὸς πάντας υἱοὺς Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος αὐτῷ πρὸς αὐτούς
4 αφού επάταξε τον Σηών βασιλέα των Αμορραίων, όστις κατώκει εν Εσεβών, και τον Ωγ βασιλέα της Βασάν, όστις κατώκει εν Ασταρώθ εν Εδρεΐ·
μετὰ τὸ πατάξαι Σηων βασιλέα Αμορραίων τὸν κατοικήσαντα ἐν Εσεβων καὶ Ωγ βασιλέα τῆς Βασαν τὸν κατοικήσαντα ἐν Ασταρωθ καὶ ἐν Εδραϊν
5 εντεύθεν του Ιορδάνου εν τη γη Μωάβ ήρχισεν ο Μωϋσής να διασαφή τον νόμον τούτον, λέγων,
ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν γῇ Μωαβ ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων
6 Κύριος ο Θεός ημών ελάλησε προς ημάς εν Χωρήβ λέγων, Αρκεί όσον εμείνατε εν τω όρει τούτω·
κύριος ὁ θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρηβ λέγων ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῷ ὄρει τούτῳ
7 στρέψατε και ακολουθήσατε την οδόν σας και υπάγετε εις το όρος των Αμορραίων και εις πάντας τους περιοίκους αυτού εις την πεδιάδα, εις το όρος και εις την κοιλάδα και εις την μεσημβρίαν και εις τα παράλια, την γην των Χαναναίων και τον Λίβανον, έως του μεγάλου ποταμού, του ποταμού Ευφράτου·
ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Αραβα εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν γῆν Χαναναίων καὶ Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου
8 ιδού, εγώ παρέδωκα έμπροσθέν σας την γήν· εισέλθετε και κυριεύσατε την γην, την οποίαν ώμοσε Κύριος προς τους πατέρας σας, προς τον Αβραάμ, προς τον Ισαάκ και προς τον Ιακώβ, να δώση εις αυτούς και εις το σπέρμα αυτών μετ' αυτούς.
ἴδετε παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ’ αὐτούς
9 Και είπα προς εσάς κατ' εκείνον τον καιρόν, λέγων, Δεν δύναμαι εγώ μόνος να σας βαστάζω·
καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς
10 Κύριος ο Θεός σας σας επλήθυνε και ιδού, την σήμερον είσθε ως τα άστρα του ουρανού κατά το πλήθος·
κύριος ὁ θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει
11 Κύριος ο Θεός των πατέρων σας να σας κάμη χιλιάκις περισσοτέρους παρ' ό, τι είσθε και να σας ευλογήση, καθώς ελάλησε προς εσάς·
κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως καὶ εὐλογήσαι ὑμᾶς καθότι ἐλάλησεν ὑμῖν
12 πως θέλω δυνηθή εγώ μόνος να βαστάσω την ενόχλησίν σας και το φορτίον σας και τας αντιλογίας σας;
πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν
13 λάβετε άνδρας σοφούς και συνετούς και γνωστούς μεταξύ των φυλών σας, και θέλω καταστήσει αυτούς αρχηγούς εφ' υμάς.
δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν καὶ καταστήσω ἐφ’ ὑμῶν ἡγουμένους ὑμῶν
14 Και απεκρίθητε προς εμέ λέγοντες, Καλός ο λόγος, τον οποίον ελάλησας, διά να κάμωμεν αυτόν.
καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας ποιῆσαι
15 Τότε έλαβον τους αρχηγούς των φυλών σας, άνδρας σοφούς και γνωστούς και κατέστησα αυτούς αρχηγούς εφ' υμάς, χιλιάρχους και εκατοντάρχους και πεντηκοντάρχους και δεκάρχους και επιστάτας των φυλών σας.
καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ’ ὑμῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν
16 Και προσέταξα εις τους κριτάς σας κατ' εκείνον τον καιρόν λέγων, Ακούετε αναμέσον των αδελφών σας και κρίνετε δικαίως αναμέσον ανθρώπου και του αδελφού αυτού και του ξένου αυτού.
καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ
17 Εν τη κρίσει δεν θέλετε αποβλέπει εις πρόσωπα· θέλετε ακούει τον μικρόν ως τον μεγάλον· δεν θέλετε φοβείσθαι πρόσωπον ανθρώπου· διότι η κρίσις είναι του Θεού· και πάσαν υπόθεσιν, ήτις ήθελεν είσθαι πολύ δύσκολος διά σας, αναφέρετε αυτήν εις εμέ, και εγώ θέλω ακούει αυτήν.
οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστιν καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ᾖ ἀφ’ ὑμῶν ἀνοίσετε αὐτὸ ἐπ’ ἐμέ καὶ ἀκούσομαι αὐτό
18 Και προσέταξα εις εσάς κατά τον καιρόν εκείνον πάντα όσα έπρεπε να πράττητε.
καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους οὓς ποιήσετε
19 Και σηκωθέντες από Χωρήβ, διεπεράσαμεν πάσαν την έρημον την μεγάλην και φοβεράν εκείνην, την οποίαν είδετε, οδοιπορούντες προς το όρος των Αμορραίων, καθώς Κύριος ο Θεός ημών προσέταξεν εις ημάς, και ήλθομεν έως Κάδης-βαρνή.
καὶ ἀπάραντες ἐκ Χωρηβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἣν εἴδετε ὁδὸν ὄρους τοῦ Αμορραίου καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν καὶ ἤλθομεν ἕως Καδης Βαρνη
20 Και είπα προς εσάς, Ήλθετε εις το όρος των Αμορραίων, το οποίον δίδει εις ημάς Κύριος ο Θεός ημών·
καὶ εἶπα πρὸς ὑμᾶς ἤλθατε ἕως τοῦ ὄρους τοῦ Αμορραίου ὃ ὁ κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν
21 ιδού, Κύριος ο Θεός σου παρέδωκε την γην έμπροσθέν σου· ανάβα, κυρίευσον, καθώς ελάλησε προς σε Κύριος ο Θεός των πατέρων σου· μη φοβηθής μηδέ δειλιάσης.
ἴδετε παραδέδωκεν ὑμῖν κύριος ὁ θεὸς ὑμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν ἀναβάντες κληρονομήσατε ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὑμῖν μὴ φοβεῖσθε μηδὲ δειλιάσητε
22 Και ήλθετε προς εμέ πάντες υμείς και είπετε, Ας αποστείλωμεν άνδρας έμπροσθεν ημών και ας κατασκοπεύσωσιν εις ημάς την γην και ας απαγγείλωσι προς ημάς την οδόν δι' ης πρέπει να αναβώμεν· και τας πόλεις εις τας οποίας θέλομεν υπάγει.
καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν καὶ ἐφοδευσάτωσαν ἡμῖν τὴν γῆν καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν τὴν ὁδόν δῑ ἧς ἀναβησόμεθα ἐν αὐτῇ καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς
23 Και ήρεσεν εις εμέ ο λόγος και έλαβον εξ υμών δώδεκα άνδρας, άνδρα ένα κατά φυλήν.
καὶ ἤρεσεν ἐναντίον μου τὸ ῥῆμα καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας ἄνδρα ἕνα κατὰ φυλήν
24 Και στραφέντες ανέβησαν εις το όρος, και ήλθον μέχρι της φάραγγος Εσχώλ και κατεσκόπευσαν αυτήν.
καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν
25 Και λαβόντες εις τας χείρας αυτών εκ των καρπών της γης, έφεραν προς ημάς, και απήγγειλαν προς ημάς, λέγοντες, Καλή είναι η γη, την οποίαν Κύριος ο Θεός ημών δίδει εις ημάς.
καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ἡμᾶς καὶ ἔλεγον ἀγαθὴ ἡ γῆ ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν
26 Αλλά σεις δεν ηθελήσατε να αναβήτε, αλλ' ηπειθήσατε εις την προσταγήν Κυρίου του Θεού σας.
καὶ οὐκ ἠθελήσατε ἀναβῆναι καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν
27 Και εγογγύσατε εις τας σκηνάς σας, λέγοντες, Επειδή εμίσει ημάς ο Κύριος, εξέβαλεν ημάς εκ της γης Αιγύπτου, διά να παραδώση ημάς εις την χείρα των Αμορραίων, ώστε να εξολοθρευθώμεν·
καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε διὰ τὸ μισεῖν κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας Αμορραίων ἐξολεθρεῦσαι ἡμᾶς
28 που αναβαίνομεν ημείς; οι αδελφοί ημών εδειλίασαν την καρδίαν ημών, λέγοντες, Ο λαός είναι μεγαλήτερος και υψηλότερος ημών· αι πόλεις μεγάλαι και τετειχισμέναι έως του ουρανού· αλλά και υιούς των Ανακείμ είδομεν εκεί.
ποῦ ἡμεῖς ἀναβαίνομεν οἱ ἀδελφοὶ ὑμῶν ἀπέστησαν ὑμῶν τὴν καρδίαν λέγοντες ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ
29 Εγώ δε είπα προς εσάς, Μη τρομάξητε μηδέ φοβηθήτε απ' αυτών·
καὶ εἶπα πρὸς ὑμᾶς μὴ πτήξητε μηδὲ φοβηθῆτε ἀπ’ αὐτῶν
30 Κύριος ο Θεός σας, όστις προπορεύεται έμπροσθέν σας, αυτός θέλει πολεμήσει υπέρ υμών κατά πάντα όσα έκαμεν υπέρ υμών εν Αιγύπτω ενώπιον των οφθαλμών υμών·
κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ’ ὑμῶν κατὰ πάντα ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ
31 και εν τη ερήμω, όπου είδες τίνι τρόπω Κύριος ο Θεός σου σε εβάστασε, καθώς βαστάζει άνθρωπος τον υιόν αυτού, κατά πάσαν την οδόν την οποίαν περιεπατήσατε εωσού ήλθετε εις τούτον τον τόπον.
καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ ἣν εἴδετε ὡς ἐτροφοφόρησέν σε κύριος ὁ θεός σου ὡς εἴ τις τροφοφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ κατὰ πᾶσαν τὴν ὁδόν ἣν ἐπορεύθητε ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον
32 κατά τούτο όμως δεν επιστεύσατε εις Κύριον τον Θεόν σας,
καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν
33 όστις προεπορεύετο έμπροσθέν σας εν τη οδώ, διά να σας ευρίσκη τόπον στρατοπεδεύσεως, την μεν νύκτα διά πυρός, διά να δεικνύη εις εσάς την οδόν καθ' ην έπρεπε να βαδίζητε, την δε ημέραν διά νεφέλης.
ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτὸς δεικνύων ὑμῖν τὴν ὁδόν καθ’ ἣν πορεύεσθε ἐπ’ αὐτῆς καὶ ἐν νεφέλῃ ἡμέρας
34 Και ήκουσεν ο Κύριος την φωνήν των λόγων σας και ωργίσθη, και ώμοσε λέγων,
καὶ ἤκουσεν κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν καὶ παροξυνθεὶς ὤμοσεν λέγων
35 Ουδείς εκ των ανθρώπων τούτων της κακής ταύτης γενεάς θέλει ιδεί την γην την καλήν, την οποίαν ώμοσα να δώσω εις τους πατέρας σας,
εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν ἀγαθὴν ταύτην γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν
36 εκτός Χάλεβ υιού του Ιεφοννή· ούτος θέλει ιδεί αυτήν, και εις τούτον θέλω δώσει την γην, εις την οποίαν επάτησε και εις τους υιούς αυτού, διότι ούτος εντελώς ηκολούθησε τον Κύριον.
πλὴν Χαλεβ υἱὸς Ιεφοννη οὗτος ὄψεται αὐτήν καὶ τούτῳ δώσω τὴν γῆν ἐφ’ ἣν ἐπέβη καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς κύριον
37 Και κατ' εμού εθυμώθη ο Κύριος διά σας, λέγων, Ουδέ συ θέλεις εισέλθει εκεί·
καὶ ἐμοὶ ἐθυμώθη κύριος δῑ ὑμᾶς λέγων οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ
38 Ιησούς ο υιός του Ναυή, ο παριστάμενος ενώπιόν σου, ούτος θέλει εισέλθει εκεί· ενίσχυσον αυτόν, διότι αυτός θέλει κληροδοτήσει αυτήν εις τον Ισραήλ·
Ἰησοῦς υἱὸς Ναυη ὁ παρεστηκώς σοι οὗτος εἰσελεύσεται ἐκεῖ αὐτὸν κατίσχυσον ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ισραηλ
39 και τα παιδία σας, τα οποία ελέγετε ότι θέλουσι γείνει λάφυρον, και οι υιοί σας, οίτινες την σήμερον δεν γνωρίζουσι καλόν ή κακόν, αυτοί θέλουσιν εισέλθει εκεί και εις αυτούς θέλω δώσει αυτήν, και αυτοί θέλουσι κληρονομήσει αυτήν·
καὶ πᾶν παιδίον νέον ὅστις οὐκ οἶδεν σήμερον ἀγαθὸν ἢ κακόν οὗτοι εἰσελεύσονται ἐκεῖ καὶ τούτοις δώσω αὐτήν καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν
40 σεις όμως επιστρέψατε και υπάγετε εις την έρημον, κατά την οδόν της Ερυθράς θαλάσσης.
καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης
41 Τότε απεκρίθητε και είπετε προς εμέ, Ημαρτήσαμεν εις τον Κύριον· ημείς θέλομεν αναβή και πολεμήσει κατά πάντα όσα προσέταξεν εις ημάς Κύριος ο Θεός ημών. Και ζωσθέντες έκαστος τα πολεμικά όπλα αυτού, ήσθε προπετείς να αναβήτε εις το όρος.
καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε ἡμάρτομεν ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν ἡμεῖς ἀναβάντες πολεμήσομεν κατὰ πάντα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος
42 Και είπε Κύριος προς εμέ, Ειπέ προς αυτούς, Μη αναβήτε μηδέ πολεμήσητε, διότι εγώ δεν είμαι εν μέσω υμών, διά να μη συντριφθήτε έμπροσθεν των εχθρών σας.
καὶ εἶπεν κύριος πρός με εἰπὸν αὐτοῖς οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε οὐ γάρ εἰμι μεθ’ ὑμῶν καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν
43 ούτως ελάλησα προς εσάς· και δεν εισηκούσατε, αλλ' ηπειθήσατε εις την προσταγήν του Κυρίου, και θρασυνόμενοι ανέβητε εις το όρος.
καὶ ἐλάλησα ὑμῖν καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ῥῆμα κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος
44 Και εξήλθον οι Αμορραίοι, οι κατοικούντες εν τω όρει εκείνω, εις συνάντησιν υμών και κατεδίωξαν υμάς, καθώς κάμνουσιν αι μέλισσαι, και επάταξαν υμάς εν Σηείρ, έως Ορμά.
καὶ ἐξῆλθεν ὁ Αμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν καὶ κατεδίωξαν ὑμᾶς ὡς εἰ ποιήσαισαν αἱ μέλισσαι καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηιρ ἕως Ερμα
45 Τότε επιστρέψαντες εκλαύσατε ενώπιον του Κυρίου· αλλ' ο Κύριος δεν εισήκουσε της φωνής υμών ουδέ έδωκεν εις υμάς ακρόασιν.
καὶ καθίσαντες ἐκλαίετε ἔναντι κυρίου καὶ οὐκ εἰσήκουσεν κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῖν
46 Και εμείνατε εν Κάδης ημέρας πολλάς, οσασδήποτε ημέρας εμείνατε.
καὶ ἐνεκάθησθε ἐν Καδης ἡμέρας πολλάς ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε

< Δευτερονόμιον 1 >