< Ἔξοδος 19 >

1 Εις τον τρίτον μήνα της εξόδου των υιών Ισραήλ εκ της Αιγύπτου, την ημέραν ταύτην ήλθον εις την έρημον Σινά.
τοῦ δὲ μηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου τῇ ἡμέρᾳ ταύτῃ ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ Σινα
2 Εσηκώθησαν δε από Ραφιδείν και ήλθον εις την έρημον Σινά και εστρατοπέδευσαν εν τη ερήμω· και εκεί κατεσκήνωσεν ο Ισραήλ απέναντι του όρους.
καὶ ἐξῆραν ἐκ Ραφιδιν καὶ ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ Σινα καὶ παρενέβαλεν ἐκεῖ Ισραηλ κατέναντι τοῦ ὄρους
3 Ο δε Μωϋσής ανέβη προς τον Θεόν· και εκάλεσεν αυτόν ο Κύριος εκ του όρους, λέγων, Ούτω θέλεις ειπεί προς τον οίκον Ιακώβ, και αναγγείλει προς τους υιούς Ισραήλ.
καὶ Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τοῦ θεοῦ καὶ ἐκάλεσεν αὐτὸν ὁ θεὸς ἐκ τοῦ ὄρους λέγων τάδε ἐρεῖς τῷ οἴκῳ Ιακωβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ισραηλ
4 Σεις είδετε όσα έκαμα εις τους Αιγυπτίους, και σας εσήκωσα ως επί πτερύγων αετού και σας έφερα προς εμαυτόν·
αὐτοὶ ἑωράκατε ὅσα πεποίηκα τοῖς Αἰγυπτίοις καὶ ἀνέλαβον ὑμᾶς ὡσεὶ ἐπὶ πτερύγων ἀετῶν καὶ προσηγαγόμην ὑμᾶς πρὸς ἐμαυτόν
5 τώρα λοιπόν εάν τωόντι υπακούσητε εις την φωνήν μου, και φυλάξητε την διαθήκην μου, θέλετε είσθαι εις εμέ ο εκλεκτός από πάντων των λαών· διότι ιδική μου είναι πάσα η γή·
καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ φυλάξητε τὴν διαθήκην μου ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ
6 και σεις θέλετε είσθαι εις εμέ βασίλειον ιεράτευμα και έθνος άγιον. Ούτοι είναι οι λόγοι, τους οποίους θέλεις ειπεί προς τους υιούς Ισραήλ.
ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ισραηλ
7 Και ήλθεν ο Μωϋσής και εκάλεσε τους πρεσβυτέρους του λαού και έθεσεν έμπροσθεν αυτών πάντας εκείνους τους λόγους, τους οποίους προσέταξεν εις αυτόν ο Κύριος.
ἦλθεν δὲ Μωυσῆς καὶ ἐκάλεσεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ παρέθηκεν αὐτοῖς πάντας τοὺς λόγους τούτους οὓς συνέταξεν αὐτῷ ὁ θεός
8 Και απεκρίθη ομοφώνως πας ο λαός, λέγων, Πάντα όσα είπεν ο Κύριος θέλομεν πράξει. Και ανέφερεν ο Μωϋσής προς τον Κύριον τους λόγους του λαού.
ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς ὁμοθυμαδὸν καὶ εἶπαν πάντα ὅσα εἶπεν ὁ θεός ποιήσομεν καὶ ἀκουσόμεθα ἀνήνεγκεν δὲ Μωυσῆς τοὺς λόγους τοῦ λαοῦ πρὸς τὸν θεόν
9 Και είπε Κύριος προς τον Μωϋσήν, Ιδού, εγώ έρχομαι προς σε εν νεφέλη πυκνή, διά να ακούση ο λαός όταν λαλήσω προς σε, και έτι να πιστεύη εις σε πάντοτε. Ανήγγειλε δε ο Μωϋσής προς τον Κύριον τους λόγους του λαού.
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα ἀνήγγειλεν δὲ Μωυσῆς τὰ ῥήματα τοῦ λαοῦ πρὸς κύριον
10 Και είπε Κύριος προς τον Μωϋσήν, Ύπαγε προς τον λαόν και αγίασον αυτούς σήμερον και αύριον, και ας πλύνωσι τα ιμάτια αυτών·
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καταβὰς διαμάρτυραι τῷ λαῷ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον καὶ πλυνάτωσαν τὰ ἱμάτια
11 και ας ήναι έτοιμοι εις την ημέραν την τρίτην· διότι εν τη ημέρα τη τρίτη θέλει καταβή ο Κύριος επί το όρος Σινά ενώπιον παντός του λαού·
καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ Σινα ἐναντίον παντὸς τοῦ λαοῦ
12 και θέλεις βάλει εις τον λαόν όρια κυκλόθεν, λέγων, Προσέχετε εις εαυτούς μη αναβήτε εις το όρος ή εγγίσητε εις τα άκρα αυτού· όστις εγγίση το όρος, θέλει εξάπαντος θανατωθή·
καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος καὶ θιγεῖν τι αὐτοῦ πᾶς ὁ ἁψάμενος τοῦ ὄρους θανάτῳ τελευτήσει
13 δεν θέλει εγγίσει εις αυτόν χειρ, διότι με λίθους θέλει λιθοβοληθή ή με βέλη θέλει κατατοξευθή· είτε ζώον είναι είτε άνθρωπος, δεν θέλει ζήσει. Όταν η σάλπιγξ ηχήση, τότε θέλουσιν αναβή επί το όρος.
οὐχ ἅψεται αὐτοῦ χείρ ἐν γὰρ λίθοις λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται ἐάν τε κτῆνος ἐάν τε ἄνθρωπος οὐ ζήσεται ὅταν αἱ φωναὶ καὶ αἱ σάλπιγγες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος
14 Και κατέβη ο Μωϋσής από του όρους προς τον λαόν και ηγίασε τον λαόν· και έπλυναν τα ιμάτια αυτών.
κατέβη δὲ Μωυσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν καὶ ἡγίασεν αὐτούς καὶ ἔπλυναν τὰ ἱμάτια
15 Και είπε προς τον λαόν, Γίνεσθε έτοιμοι διά την ημέραν την τρίτην· μη πλησιάσητε εις γυναίκα.
καὶ εἶπεν τῷ λαῷ γίνεσθε ἕτοιμοι τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί
16 Και εν τη ημέρα τη τρίτη το πρωΐ έγειναν βρονταί και αστραπαί, και νεφέλη πυκνή ήτο επί του όρους, και φωνή σάλπιγγος δυνατή σφόδρα· και έτρεμε πας ο λαός ο εν τω στρατοπέδω.
ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπ’ ὄρους Σινα φωνὴ τῆς σάλπιγγος ἤχει μέγα καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ὁ ἐν τῇ παρεμβολῇ
17 Τότε εξήγαγεν ο Μωϋσής τον λαόν εκ του στρατοπέδου εις την συνάντησιν του Θεού· και εστάθησαν υπό το όρος.
καὶ ἐξήγαγεν Μωυσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ θεοῦ ἐκ τῆς παρεμβολῆς καὶ παρέστησαν ὑπὸ τὸ ὄρος
18 Το δε όρος Σινά ήτο όλον καπνός, διότι κατέβη ο Κύριος εν πυρί επ' αυτό· ανέβαινε δε ο καπνός αυτού ως καπνός καμίνου και όλον το όρος εσείετο σφόδρα.
τὸ δὲ ὄρος τὸ Σινα ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ’ αὐτὸ τὸν θεὸν ἐν πυρί καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς καπνὸς καμίνου καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα
19 Και ότε η φωνή της σάλπιγγος προέβαινεν αυξανομένη σφόδρα, ο Μωϋσής ελάλει και ο Θεός απεκρίνετο προς αυτόν μετά φωνής.
ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα Μωυσῆς ἐλάλει ὁ δὲ θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ
20 Και κατέβη ο Κύριος επί το όρος Σινά, επί την κορυφήν του όρους· και εκάλεσε Κύριος τον Μωϋσήν επί την κορυφήν του όρους, και ανέβη ο Μωϋσής.
κατέβη δὲ κύριος ἐπὶ τὸ ὄρος τὸ Σινα ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους καὶ ἐκάλεσεν κύριος Μωυσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους καὶ ἀνέβη Μωυσῆς
21 Και είπε Κύριος προς τον Μωϋσήν, Καταβάς, διαμαρτυρήθητι προς τον λαόν, μήποτε υπερβώσι τα όρια και αναβώσι προς τον Κύριον διά να περιεργασθώσι και πέσωσι πολλοί εξ αυτών·
καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν λέγων καταβὰς διαμάρτυραι τῷ λαῷ μήποτε ἐγγίσωσιν πρὸς τὸν θεὸν κατανοῆσαι καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος
22 και οι ιερείς δε οι πλησιάζοντες προς τον Κύριον ας αγιασθώσι, διά να μη εξορμήση ο Κύριος επ' αυτούς.
καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες κυρίῳ τῷ θεῷ ἁγιασθήτωσαν μήποτε ἀπαλλάξῃ ἀπ’ αὐτῶν κύριος
23 Και είπεν ο Μωϋσής προς τον Κύριον, Ο λαός δεν δύναται να αναβή εις το όρος Σινά· διότι συ προσέταξας εις ημάς, λέγων, Βάλε όρια κυκλόθεν του όρους και αγίασον αυτό.
καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ Σινα σὺ γὰρ διαμεμαρτύρησαι ἡμῖν λέγων ἀφόρισαι τὸ ὄρος καὶ ἁγίασαι αὐτό
24 Και είπε Κύριος προς αυτόν, Ύπαγε, κατάβα· έπειτα θέλεις αναβή, συ και ο Ααρών μετά σού· οι ιερείς όμως και ο λαός ας μη υπερβώσι τα όρια διά να αναβώσι προς τον Κύριον, διά να μη εξορμήση επ' αυτούς.
εἶπεν δὲ αὐτῷ κύριος βάδιζε κατάβηθι καὶ ἀνάβηθι σὺ καὶ Ααρων μετὰ σοῦ οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς μὴ βιαζέσθωσαν ἀναβῆναι πρὸς τὸν θεόν μήποτε ἀπολέσῃ ἀπ’ αὐτῶν κύριος
25 Και κατέβη ο Μωϋσής προς τον λαόν και ώμίλησε προς αυτούς.
κατέβη δὲ Μωυσῆς πρὸς τὸν λαὸν καὶ εἶπεν αὐτοῖς

< Ἔξοδος 19 >