< Γένεσις 44 >

1 Προσέταξε δε τον επιστάτην της οικίας αυτού λέγων, Γέμισον τα σακκία των ανθρώπων τροφάς, όσας δύνανται να φέρωσι, και βάλε το αργύριον εκάστου εν τω στόματι του σακκίου αυτού·
καὶ ἐνετείλατο Ιωσηφ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ λέγων πλήσατε τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων ὅσα ἐὰν δύνωνται ἆραι καὶ ἐμβάλατε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου
2 και βάλε το ποτήριόν μου, το ποτήριον το αργυρούν, εν τω στόματι του σακκίου του νεωτέρου και το αργύριον του σίτου αυτού. Και έκαμε κατά τον λόγον τον οποίον είπεν ο Ιωσήφ.
καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλατε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ ἐγενήθη δὲ κατὰ τὸ ῥῆμα Ιωσηφ καθὼς εἶπεν
3 Το πρωΐ καθώς έφεγξεν, απεστάλησαν οι άνθρωποι, αυτοί και οι όνοι αυτών.
τὸ πρωὶ διέφαυσεν καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν
4 Αφού δε εξήλθον εκ της πόλεως, πριν απομακρυνθώσι πολύ, είπεν ο Ιωσήφ προς τον επιστάτην της οικίας αυτού, Σηκωθείς, δράμε κατόπιν των ανθρώπων· και προφθάσας ειπέ προς αυτούς, διά τι ανταπεδώκατε κακόν αντί καλού;
ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν οὐκ ἀπέσχον μακράν καὶ Ιωσηφ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων καὶ καταλήμψῃ αὐτοὺς καὶ ἐρεῖς αὐτοῖς τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν
5 δεν είναι τούτο το ποτήριον, εις το οποίον πίνει ο κύριός μου, και διά του οποίου αληθώς μαντεύει; κακώς εκάμετε πράξαντες τούτο.
ἵνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν οὐ τοῦτό ἐστιν ἐν ᾧ πίνει ὁ κύριός μου αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ πονηρὰ συντετέλεσθε ἃ πεποιήκατε
6 Και καθώς επρόφθασεν αυτούς, είπε προς αυτούς τους λόγους τούτους.
εὑρὼν δὲ αὐτοὺς εἶπεν αὐτοῖς κατὰ τὰ ῥήματα ταῦτα
7 Οι δε είπον προς αυτόν, Διά τι ο κύριος ημών λαλεί κατά τους λόγους τούτους; μη γένοιτο οι δούλοί σου να πράξωσι τοιούτον πράγμα·
οἱ δὲ εἶπον αὐτῷ ἵνα τί λαλεῖ ὁ κύριος κατὰ τὰ ῥήματα ταῦτα μὴ γένοιτο τοῖς παισίν σου ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο
8 ιδού, το αργύριον, το οποίον ευρήκαμεν εν τω στόματι των σακκίων ημών, επεστρέψαμεν προς σε εκ της γης Χαναάν, και πως ηθέλομεν κλέψει εκ της οικίας του κυρίου σου αργύριον ή χρυσίον;
εἰ τὸ μὲν ἀργύριον ὃ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χανααν πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον
9 εις όντινα εκ των δούλων σου ευρεθή, ας αποθάνη, και ημείς έτι θέλομεν γείνει δούλοι του κυρίου ημών.
παρ’ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ τῶν παίδων σου ἀποθνῃσκέτω καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν
10 Ο δε είπε, Και τώρα ας γείνη καθώς λέγετε· εις όντινα ευρεθή, θέλει γείνει δούλός μου, σεις δε θέλετε είσθαι αθώοι.
ὁ δὲ εἶπεν καὶ νῦν ὡς λέγετε οὕτως ἔσται ὁ ἄνθρωπος παρ’ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ αὐτὸς ἔσται μου παῖς ὑμεῖς δὲ ἔσεσθε καθαροί
11 Και σπεύσαντες, κατεβίβασαν έκαστος το σακκίον αυτού εις την γην και ήνοιξεν έκαστος το σακκίον αυτού.
καὶ ἔσπευσαν καὶ καθεῖλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ
12 Και ηρεύνησεν, αρχίσας από του πρεσβυτέρου και τελειώσας εις τον νεώτερον· και ευρέθη το ποτήριον εν τω σακκίω του Βενιαμίν.
ἠρεύνα δὲ ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον καὶ εὗρεν τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τῷ Βενιαμιν
13 Τότε έσχισαν τα ιμάτια αυτών και φορτώσαντες έκαστος τον όνον αυτού, επέστρεψαν εις την πόλιν.
καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐπέθηκαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὸν ὄνον αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν
14 Εισήλθε δε ο Ιούδας και οι αδελφοί αυτού εις την οικίαν του Ιωσήφ, έτι αυτού όντος εκεί· και έπεσαν έμπροσθεν αυτού επί την γην.
εἰσῆλθεν δὲ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς Ιωσηφ ἔτι αὐτοῦ ὄντος ἐκεῖ καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν
15 Και είπε προς αυτούς ο Ιωσήφ, Τι είναι το πράγμα τούτο, το οποίον επράξατε; δεν εξεύρετε ότι άνθρωπος οποίος εγώ αληθώς μαντεύει;
εἶπεν δὲ αὐτοῖς Ιωσηφ τί τὸ πρᾶγμα τοῦτο ὃ ἐποιήσατε οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ἄνθρωπος οἷος ἐγώ
16 Και είπεν ο Ιούδας, Τι να είπωμεν προς τον κύριόν μου; τι να λαλήσωμεν; ή πως να δικαιωθώμεν; ο Θεός εύρηκε την αδικίαν των δούλων σου· ιδού, είμεθα δούλοι του κυρίου μου και εμείς και εκείνος εις τον οποίον ευρέθη το ποτήριον.
εἶπεν δὲ Ιουδας τί ἀντεροῦμεν τῷ κυρίῳ ἢ τί λαλήσωμεν ἢ τί δικαιωθῶμεν ὁ δὲ θεὸς εὗρεν τὴν ἀδικίαν τῶν παίδων σου ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν καὶ ἡμεῖς καὶ παρ’ ᾧ εὑρέθη τὸ κόνδυ
17 Ο δε είπε, Μη γένοιτο εις εμέ να πράξω τούτο· ο άνθρωπος εις τον οποίον ευρέθη το ποτήριον, ούτος θέλει είσθαι εις εμέ δούλος· σεις δε ανάβητε εν ειρήνη προς τον πατέρα σας.
εἶπεν δὲ Ιωσηφ μή μοι γένοιτο ποιῆσαι τὸ ῥῆμα τοῦτο ὁ ἄνθρωπος παρ’ ᾧ εὑρέθη τὸ κόνδυ αὐτὸς ἔσται μου παῖς ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν
18 Τότε επλησίασεν εις αυτόν ο Ιούδας και είπε, Δέομαι, κύριέ μου· ας λαλήση, παρακαλώ, ο δούλός σου λόγον εις τα ώτα του κυρίου μου και ας μη εξαφθή ο θυμός σου κατά του δούλου σου· διότι συ είσαι ως Φαραώ.
ἐγγίσας δὲ αὐτῷ Ιουδας εἶπεν δέομαι κύριε λαλησάτω ὁ παῖς σου ῥῆμα ἐναντίον σου καὶ μὴ θυμωθῇς τῷ παιδί σου ὅτι σὺ εἶ μετὰ Φαραω
19 Ο κύριός μου ηρώτησε τους δούλους αυτού λέγων, Έχετε πατέρα, ή αδελφόν;
κύριε σὺ ἠρώτησας τοὺς παῖδάς σου λέγων εἰ ἔχετε πατέρα ἢ ἀδελφόν
20 Και είπομεν προς τον κύριόν μου, Έχομεν πατέρα γέροντα και παιδίον του γήρατος αυτού μικρόν, ο δε αδελφός αυτού απέθανε· και αυτός μόνος έμεινεν εκ της μητρός αυτού και ο πατήρ αυτού αγαπά αυτόν.
καὶ εἴπαμεν τῷ κυρίῳ ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον αὐτῷ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ αὐτοῦ ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν
21 Και είπας προς τους δούλους σου, Φέρετε αυτόν προς εμέ διά να ίδω αυτόν ιδίοις οφθαλμοίς.
εἶπας δὲ τοῖς παισίν σου καταγάγετε αὐτὸν πρός με καὶ ἐπιμελοῦμαι αὐτοῦ
22 Και είπομεν προς τον κύριόν μου, το παιδίον δεν δύναται να αφήση τον πατέρα αυτού διότι εάν αφήση τον πατέρα αυτού, ούτος θέλει αποθάνει.
καὶ εἴπαμεν τῷ κυρίῳ οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα ἐὰν δὲ καταλίπῃ τὸν πατέρα ἀποθανεῖται
23 Συ δε είπας προς τους δούλους σου, Εάν δεν καταβή ο αδελφός υμών ο νεώτερος μεθ' υμών, δεν θέλετε ιδεί πλέον το πρόσωπόν μου.
σὺ δὲ εἶπας τοῖς παισίν σου ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ’ ὑμῶν οὐ προσθήσεσθε ἔτι ἰδεῖν τὸ πρόσωπόν μου
24 Και ότε ανέβημεν προς τον δούλον σου τον πατέρα μου, απηγγείλαμεν προς αυτόν τους λόγους του κυρίου μου.
ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν ἀπηγγείλαμεν αὐτῷ τὰ ῥήματα τοῦ κυρίου
25 Ο δε πατήρ ημών είπεν, Υπάγετε πάλιν, αγοράσατε εις ημάς ολίγας τροφάς.
εἶπεν δὲ ἡμῖν ὁ πατὴρ ἡμῶν βαδίσατε πάλιν ἀγοράσατε ἡμῖν μικρὰ βρώματα
26 Και είπομεν, Δεν δυνάμεθα να καταβώμεν· εάν ο αδελφός ημών ο νεώτερος ήναι μεθ' ημών, τότε θέλομεν καταβή· διότι δεν δυνάμεθα να ίδωμεν το πρόσωπον του ανθρώπου, εάν ο αδελφός ημών ο νεώτερος δεν ήναι μεθ' ημών.
ἡμεῖς δὲ εἴπαμεν οὐ δυνησόμεθα καταβῆναι ἀλλ’ εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος καταβαίνει μεθ’ ἡμῶν καταβησόμεθα οὐ γὰρ δυνησόμεθα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου τοῦ ἀδελφοῦ τοῦ νεωτέρου μὴ ὄντος μεθ’ ἡμῶν
27 Και ο δούλός σου ο πατήρ μου είπε προς ημάς, Σεις εξεύρετε ότι δύο υιούς εγέννησεν εις εμέ η γυνή μου·
εἶπεν δὲ ὁ παῖς σου ὁ πατὴρ ἡμῶν πρὸς ἡμᾶς ὑμεῖς γινώσκετε ὅτι δύο ἔτεκέν μοι ἡ γυνή
28 και ο εις εξήλθεν από πλησίον μου και είπα, Βεβαίως κατεσπαράχθη υπό θηρίου· και δεν είδον αυτόν έως του νύν·
καὶ ἐξῆλθεν ὁ εἷς ἀπ’ ἐμοῦ καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονεν καὶ οὐκ εἶδον αὐτὸν ἔτι καὶ νῦν
29 εάν δε λάβητε και τούτον απ' έμπροσθέν μου και συμβή εις αυτόν συμφορά, θέλετε καταβιβάσει την πολιάν μου μετά λύπης εις τον τάφον. (Sheol h7585)
ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου (Sheol h7585)
30 Τώρα λοιπόν όταν υπάγω προς τον δούλον σου τον πατέρα μου, και το παιδίον δεν ήναι μεθ' ημών επειδή η ψυχή αυτού κρέμαται εκ της ψυχής εκείνου,
νῦν οὖν ἐὰν εἰσπορεύωμαι πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν καὶ τὸ παιδάριον μὴ ᾖ μεθ’ ἡμῶν ἡ δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται ἐκ τῆς τούτου ψυχῆς
31 καθώς ίδη ότι το παιδίον δεν είναι, θέλει αποθάνει και οι δούλοί σου θέλουσι καταβιβάσει την πολιάν του δούλου σου του πατρός ημών μετά λύπης εις τον τάφον. (Sheol h7585)
καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὂν τὸ παιδάριον μεθ’ ἡμῶν τελευτήσει καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου πατρὸς δὲ ἡμῶν μετ’ ὀδύνης εἰς ᾅδου (Sheol h7585)
32 Διότι ο δούλός σου εγγυήθη περί του παιδίου προς τον πατέρα μου λέγων, Εάν δεν φέρω αυτόν προς σε, τότε θέλω είσθαι υπεύθυνος προς τον πατέρα μου διαπαντός.
ὁ γὰρ παῖς σου ἐκδέδεκται τὸ παιδίον παρὰ τοῦ πατρὸς λέγων ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου ἡμαρτηκὼς ἔσομαι πρὸς τὸν πατέρα πάσας τὰς ἡμέρας
33 Τώρα λοιπόν, δέομαί σου, ας μείνη ο δούλός σου αντί του παιδίου δούλος εις τον κύριόν μου, το δε παιδίον ας αναβή μετά των αδελφών αυτού·
νῦν οὖν παραμενῶ σοι παῖς ἀντὶ τοῦ παιδίου οἰκέτης τοῦ κυρίου τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελφῶν
34 διότι πως να αναβώ προς τον πατέρα μου, εάν το παιδίον δεν ήναι μετ' εμού; ουχί, διά να μη ίδω το κακόν, το οποίον θέλει ευρεί τον πατέρα μου.
πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα τοῦ παιδίου μὴ ὄντος μεθ’ ἡμῶν ἵνα μὴ ἴδω τὰ κακά ἃ εὑρήσει τὸν πατέρα μου

< Γένεσις 44 >