< Προς Τιτον 1 >

1 παυλοσ δουλοσ θεου αποστολοσ δε ιησου χριστου κατα πιστιν εκλεκτων θεου και επιγνωσιν αληθειασ τησ κατ ευσεβειαν
Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν
2 επ ελπιδι ζωησ αιωνιου ην επηγγειλατο ο αψευδησ θεοσ προ χρονων αιωνιων (aiōnios g166)
ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων, (aiōnios g166)
3 εφανερωσεν δε καιροισ ιδιοισ τον λογον αυτου εν κηρυγματι ο επιστευθην εγω κατ επιταγην του σωτηροσ ημων θεου
ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ,
4 τιτω γνησιω τεκνω κατα κοινην πιστιν χαρισ ελεοσ ειρηνη απο θεου πατροσ και κυριου ιησου χριστου του σωτηροσ ημων
Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν.
5 τουτου χαριν κατελιπον σε εν κρητη ινα τα λειποντα επιδιορθωση και καταστησησ κατα πολιν πρεσβυτερουσ ωσ εγω σοι διεταξαμην
Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,
6 ει τισ εστιν ανεγκλητοσ μιασ γυναικοσ ανηρ τεκνα εχων πιστα μη εν κατηγορια ασωτιασ η ανυποτακτα
εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.
7 δει γαρ τον επισκοπον ανεγκλητον ειναι ωσ θεου οικονομον μη αυθαδη μη οργιλον μη παροινον μη πληκτην μη αισχροκερδη
δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,
8 αλλα φιλοξενον φιλαγαθον σωφρονα δικαιον οσιον εγκρατη
ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ,
9 αντεχομενον του κατα την διδαχην πιστου λογου ινα δυνατοσ η και παρακαλειν εν τη διδασκαλια τη υγιαινουση και τουσ αντιλεγοντασ ελεγχειν
ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
10 εισιν γαρ πολλοι και ανυποτακτοι ματαιολογοι και φρεναπαται μαλιστα οι εκ περιτομησ
Εἰσὶν γὰρ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς,
11 ουσ δει επιστομιζειν οιτινεσ ολουσ οικουσ ανατρεπουσιν διδασκοντεσ α μη δει αισχρου κερδουσ χαριν
οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν.
12 ειπεν τισ εξ αυτων ιδιοσ αυτων προφητησ κρητεσ αει ψευσται κακα θηρια γαστερεσ αργαι
εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
13 η μαρτυρια αυτη εστιν αληθησ δι ην αιτιαν ελεγχε αυτουσ αποτομωσ ινα υγιαινωσιν εν τη πιστει
ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει,
14 μη προσεχοντεσ ιουδαικοισ μυθοισ και εντολαισ ανθρωπων αποστρεφομενων την αληθειαν
μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
15 παντα μεν καθαρα τοισ καθαροισ τοισ δε μεμιασμενοισ και απιστοισ ουδεν καθαρον αλλα μεμιανται αυτων και ο νουσ και η συνειδησισ
πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.
16 θεον ομολογουσιν ειδεναι τοισ δε εργοισ αρνουνται βδελυκτοι οντεσ και απειθεισ και προσ παν εργον αγαθον αδοκιμοι
θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.

< Προς Τιτον 1 >