< Προς Τιτον 2 >

1 συ δε λαλει α πρεπει τη υγιαινουση διδασκαλια
Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
2 πρεσβυτασ νηφαλεουσ ειναι σεμνουσ σωφρονασ υγιαινοντασ τη πιστει τη αγαπη τη υπομονη
πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
3 πρεσβυτιδασ ωσαυτωσ εν καταστηματι ιεροπρεπεισ μη διαβολουσ μη οινω πολλω δεδουλωμενασ καλοδιδασκαλουσ
πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
4 ινα σωφρονιζωσιν τασ νεασ φιλανδρουσ ειναι φιλοτεκνουσ
ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,
5 σωφρονασ αγνασ οικουρουσ αγαθασ υποτασσομενασ τοισ ιδιοισ ανδρασιν ινα μη ο λογοσ του θεου βλασφημηται
σώφρονας, ἁγνάς, οἰκουργούς ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.
6 τουσ νεωτερουσ ωσαυτωσ παρακαλει σωφρονειν
Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν
7 περι παντα σεαυτον παρεχομενοσ τυπον καλων εργων εν τη διδασκαλια αδιαφθοριαν σεμνοτητα αφθαρσιαν
περὶ πάντα, σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν, σεμνότητα,
8 λογον υγιη ακαταγνωστον ινα ο εξ εναντιασ εντραπη μηδεν εχων περι ημων λεγειν φαυλον
λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον.
9 δουλουσ ιδιοισ δεσποταισ υποτασσεσθαι εν πασιν ευαρεστουσ ειναι μη αντιλεγοντασ
Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
10 μη νοσφιζομενουσ αλλα πιστιν πασαν ενδεικνυμενουσ αγαθην ινα την διδασκαλιαν του σωτηροσ ημων θεου κοσμωσιν εν πασιν
μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
11 επεφανη γαρ η χαρισ του θεου η σωτηριοσ πασιν ανθρωποισ
Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις,
12 παιδευουσα ημασ ινα αρνησαμενοι την ασεβειαν και τασ κοσμικασ επιθυμιασ σωφρονωσ και δικαιωσ και ευσεβωσ ζησωμεν εν τω νυν αιωνι (aiōn g165)
παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, (aiōn g165)
13 προσδεχομενοι την μακαριαν ελπιδα και επιφανειαν τησ δοξησ του μεγαλου θεου και σωτηροσ ημων ιησου χριστου
προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ,
14 οσ εδωκεν εαυτον υπερ ημων ινα λυτρωσηται ημασ απο πασησ ανομιασ και καθαριση εαυτω λαον περιουσιον ζηλωτην καλων εργων
ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
15 ταυτα λαλει και παρακαλει και ελεγχε μετα πασησ επιταγησ μηδεισ σου περιφρονειτω
Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.

< Προς Τιτον 2 >