< Προς Ρωμαιους 14 >

1 τον δε ασθενουντα τη πιστει προσλαμβανεσθε μη εισ διακρισεισ διαλογισμων
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.
2 οσ μεν πιστευει φαγειν παντα ο δε ασθενων λαχανα εσθιει
ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
3 ο εσθιων τον μη εσθιοντα μη εξουθενειτω και ο μη εσθιων τον εσθιοντα μη κρινετω ο θεοσ γαρ αυτον προσελαβετο
ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο.
4 συ τισ ει ο κρινων αλλοτριον οικετην τω ιδιω κυριω στηκει η πιπτει σταθησεται δε δυνατοσ γαρ εστιν ο θεοσ στησαι αυτον
σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν.
5 οσ μεν κρινει ημεραν παρ ημεραν οσ δε κρινει πασαν ημεραν εκαστοσ εν τω ιδιω νοι πληροφορεισθω
ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.
6 ο φρονων την ημεραν κυριω φρονει και ο μη φρονων την ημεραν κυριω ου φρονει και ο εσθιων κυριω εσθιει ευχαριστει γαρ τω θεω και ο μη εσθιων κυριω ουκ εσθιει και ευχαριστει τω θεω
ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ· καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.
7 ουδεισ γαρ ημων εαυτω ζη και ουδεισ εαυτω αποθνησκει
οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει·
8 εαν τε γαρ ζωμεν τω κυριω ζωμεν εαν τε αποθνησκωμεν τω κυριω αποθνησκομεν εαν τε ουν ζωμεν εαν τε αποθνησκωμεν του κυριου εσμεν
ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν.
9 εισ τουτο γαρ χριστοσ και απεθανεν και ανεστη και εζησεν ινα και νεκρων και ζωντων κυριευση
εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
10 συ δε τι κρινεισ τον αδελφον σου η και συ τι εξουθενεισ τον αδελφον σου παντεσ γαρ παραστησομεθα τω βηματι του χριστου
σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ θεοῦ·
11 γεγραπται γαρ ζω εγω λεγει κυριοσ οτι εμοι καμψει παν γονυ και πασα γλωσσα εξομολογησεται τω θεω
γέγραπται γάρ, ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ.
12 αρα ουν εκαστοσ ημων περι εαυτου λογον δωσει τω θεω
ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ.
13 μηκετι ουν αλληλουσ κρινωμεν αλλα τουτο κρινατε μαλλον το μη τιθεναι προσκομμα τω αδελφω η σκανδαλον
Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
14 οιδα και πεπεισμαι εν κυριω ιησου οτι ουδεν κοινον δι αυτου ει μη τω λογιζομενω τι κοινον ειναι εκεινω κοινον
οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι’ ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
15 ει δε δια βρωμα ο αδελφοσ σου λυπειται ουκετι κατα αγαπην περιπατεισ μη τω βρωματι σου εκεινον απολλυε υπερ ου χριστοσ απεθανεν
εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.
16 μη βλασφημεισθω ουν υμων το αγαθον
μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν.
17 ου γαρ εστιν η βασιλεια του θεου βρωσισ και ποσισ αλλα δικαιοσυνη και ειρηνη και χαρα εν πνευματι αγιω
οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ·
18 ο γαρ εν τουτοισ δουλευων τω χριστω ευαρεστοσ τω θεω και δοκιμοσ τοισ ανθρωποισ
ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.
19 αρα ουν τα τησ ειρηνησ διωκωμεν και τα τησ οικοδομησ τησ εισ αλληλουσ
ἄρα οὖν τὰ τῆς εἰρήνης διώκομεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους·
20 μη ενεκεν βρωματοσ καταλυε το εργον του θεου παντα μεν καθαρα αλλα κακον τω ανθρωπω τω δια προσκομματοσ εσθιοντι
μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.
21 καλον το μη φαγειν κρεα μηδε πιειν οινον μηδε εν ω ο αδελφοσ σου προσκοπτει η σκανδαλιζεται η ασθενει
καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει.
22 συ πιστιν εχεισ κατα σεαυτον εχε ενωπιον του θεου μακαριοσ ο μη κρινων εαυτον εν ω δοκιμαζει
σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει·
23 ο δε διακρινομενοσ εαν φαγη κατακεκριται οτι ουκ εκ πιστεωσ παν δε ο ουκ εκ πιστεωσ αμαρτια εστιν
ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν.

< Προς Ρωμαιους 14 >