< Προς Ρωμαιους 13 >

1 πασα ψυχη εξουσιαισ υπερεχουσαισ υποτασσεσθω ου γαρ εστιν εξουσια ει μη υπο θεου αι δε ουσαι εξουσιαι υπο του θεου τεταγμεναι εισιν
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ οὖσαι ὑπὸ θεοῦ τεταγμέναι εἰσίν·
2 ωστε ο αντιτασσομενοσ τη εξουσια τη του θεου διαταγη ανθεστηκεν οι δε ανθεστηκοτεσ εαυτοισ κριμα ληψονται
ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται.
3 οι γαρ αρχοντεσ ουκ εισιν φοβοσ των αγαθων εργων αλλα των κακων θελεισ δε μη φοβεισθαι την εξουσιαν το αγαθον ποιει και εξεισ επαινον εξ αυτησ
οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ τῷ κακῷ. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·
4 θεου γαρ διακονοσ εστιν σοι εισ το αγαθον εαν δε το κακον ποιησ φοβου ου γαρ εικη την μαχαιραν φορει θεου γαρ διακονοσ εστιν εκδικοσ εισ οργην τω το κακον πρασσοντι
θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.
5 διο αναγκη υποτασσεσθαι ου μονον δια την οργην αλλα και δια την συνειδησιν
διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.
6 δια τουτο γαρ και φορουσ τελειτε λειτουργοι γαρ θεου εισιν εισ αυτο τουτο προσκαρτερουντεσ
διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.
7 αποδοτε ουν πασιν τασ οφειλασ τω τον φορον τον φορον τω το τελοσ το τελοσ τω τον φοβον τον φοβον τω την τιμην την τιμην
ἀπόδοτε πᾶσιν τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
8 μηδενι μηδεν οφειλετε ει μη το αγαπαν αλληλουσ ο γαρ αγαπων τον ετερον νομον πεπληρωκεν
Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν.
9 το γαρ ου μοιχευσεισ ου φονευσεισ ου κλεψεισ ουκ επιθυμησεισ και ει τισ ετερα εντολη εν τουτω τω λογω ανακεφαλαιουται εν τω αγαπησεισ τον πλησιον σου ωσ σεαυτον
τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
10 η αγαπη τω πλησιον κακον ουκ εργαζεται πληρωμα ουν νομου η αγαπη
ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
11 και τουτο ειδοτεσ τον καιρον οτι ωρα ημασ ηδη εξ υπνου εγερθηναι νυν γαρ εγγυτερον ημων η σωτηρια η οτε επιστευσαμεν
Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν.
12 η νυξ προεκοψεν η δε ημερα ηγγικεν αποθωμεθα ουν τα εργα του σκοτουσ και ενδυσωμεθα τα οπλα του φωτοσ
ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός.
13 ωσ εν ημερα ευσχημονωσ περιπατησωμεν μη κωμοισ και μεθαισ μη κοιταισ και ασελγειαισ μη εριδι και ζηλω
ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ·
14 αλλ ενδυσασθε τον κυριον ιησουν χριστον και τησ σαρκοσ προνοιαν μη ποιεισθε εισ επιθυμιασ
ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.

< Προς Ρωμαιους 13 >