< Κατα Ματθαιον 26 >

1 και εγενετο οτε ετελεσεν ο ιησουσ παντασ τουσ λογουσ τουτουσ ειπεν τοισ μαθηταισ αυτου
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·
2 οιδατε οτι μετα δυο ημερασ το πασχα γινεται και ο υιοσ του ανθρωπου παραδιδοται εισ το σταυρωθηναι
οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
3 τοτε συνηχθησαν οι αρχιερεισ και οι γραμματεισ και οι πρεσβυτεροι του λαου εισ την αυλην του αρχιερεωσ του λεγομενου καιαφα
Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
4 και συνεβουλευσαντο ινα τον ιησουν δολω κρατησωσιν και αποκτεινωσιν
καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν·
5 ελεγον δε μη εν τη εορτη ινα μη θορυβοσ γενηται εν τω λαω
ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
6 του δε ιησου γενομενου εν βηθανια εν οικια σιμωνοσ του λεπρου
Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
7 προσηλθεν αυτω γυνη αλαβαστρον μυρου εχουσα βαρυτιμου και κατεχεεν επι την κεφαλην αυτου ανακειμενου
προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου πολυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.
8 ιδοντεσ δε οι μαθηται αυτου ηγανακτησαν λεγοντεσ εισ τι η απωλεια αυτη
ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη;
9 ηδυνατο γαρ τουτο το μυρον πραθηναι πολλου και δοθηναι πτωχοισ
ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.
10 γνουσ δε ο ιησουσ ειπεν αυτοισ τι κοπουσ παρεχετε τη γυναικι εργον γαρ καλον ειργασατο εισ εμε
γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ.
11 παντοτε γαρ τουσ πτωχουσ εχετε μεθ εαυτων εμε δε ου παντοτε εχετε
πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
12 βαλουσα γαρ αυτη το μυρον τουτο επι του σωματοσ μου προσ το ενταφιασαι με εποιησεν
βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
13 αμην λεγω υμιν οπου εαν κηρυχθη το ευαγγελιον τουτο εν ολω τω κοσμω λαληθησεται και ο εποιησεν αυτη εισ μνημοσυνον αυτησ
ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
14 τοτε πορευθεισ εισ των δωδεκα ο λεγομενοσ ιουδασ ισκαριωτησ προσ τουσ αρχιερεισ
Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς
15 ειπεν τι θελετε μοι δουναι καγω υμιν παραδωσω αυτον οι δε εστησαν αυτω τριακοντα αργυρια
εἶπεν· τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
16 και απο τοτε εζητει ευκαιριαν ινα αυτον παραδω
καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17 τη δε πρωτη των αζυμων προσηλθον οι μαθηται τω ιησου λεγοντεσ αυτω που θελεισ ετοιμασομεν σοι φαγειν το πασχα
Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;
18 ο δε ειπεν υπαγετε εισ την πολιν προσ τον δεινα και ειπατε αυτω ο διδασκαλοσ λεγει ο καιροσ μου εγγυσ εστιν προσ σε ποιω το πασχα μετα των μαθητων μου
ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει· ὁ καιρός μου ἐγγύς ἐστιν, πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
19 και εποιησαν οι μαθηται ωσ συνεταξεν αυτοισ ο ιησουσ και ητοιμασαν το πασχα
καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
20 οψιασ δε γενομενησ ανεκειτο μετα των δωδεκα
Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν.
21 και εσθιοντων αυτων ειπεν αμην λεγω υμιν οτι εισ εξ υμων παραδωσει με
καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22 και λυπουμενοι σφοδρα ηρξαντο λεγειν αυτω εκαστοσ αυτων μητι εγω ειμι κυριε
καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος· μήτι ἐγώ εἰμι, κύριε;
23 ο δε αποκριθεισ ειπεν ο εμβαψασ μετ εμου εν τω τρυβλιω την χειρα ουτοσ με παραδωσει
ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ’ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει.
24 ο μεν υιοσ του ανθρωπου υπαγει καθωσ γεγραπται περι αυτου ουαι δε τω ανθρωπω εκεινω δι ου ο υιοσ του ανθρωπου παραδιδοται καλον ην αυτω ει ουκ εγεννηθη ο ανθρωποσ εκεινοσ
ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ. οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
25 αποκριθεισ δε ιουδασ ο παραδιδουσ αυτον ειπεν μητι εγω ειμι ραββι λεγει αυτω συ ειπασ
ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· μήτι ἐγώ εἰμι, ῥαββεί; λέγει αὐτῷ· σὺ εἶπας.
26 εσθιοντων δε αυτων λαβων ο ιησουσ τον αρτον και ευχαριστησασ εκλασεν και εδιδου τοισ μαθηταισ και ειπεν λαβετε φαγετε τουτο εστιν το σωμα μου
Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν· λάβετε φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.
27 και λαβων το ποτηριον και ευχαριστησασ εδωκεν αυτοισ λεγων πιετε εξ αυτου παντεσ
καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες·
28 τουτο γαρ εστιν το αιμα μου το τησ καινησ διαθηκησ το περι πολλων εκχυνομενον εισ αφεσιν αμαρτιων
τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
29 λεγω δε υμιν οτι ου μη πιω απ αρτι εκ τουτου του γεννηματοσ τησ αμπελου εωσ τησ ημερασ εκεινησ οταν αυτο πινω μεθ υμων καινον εν τη βασιλεια του πατροσ μου
λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
30 και υμνησαντεσ εξηλθον εισ το οροσ των ελαιων
Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
31 τοτε λεγει αυτοισ ο ιησουσ παντεσ υμεισ σκανδαλισθησεσθε εν εμοι εν τη νυκτι ταυτη γεγραπται γαρ παταξω τον ποιμενα και διασκορπισθησεται τα προβατα τησ ποιμνησ
τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.
32 μετα δε το εγερθηναι με προαξω υμασ εισ την γαλιλαιαν
μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
33 αποκριθεισ δε ο πετροσ ειπεν αυτω ει παντεσ σκανδαλισθησονται εν σοι εγω δε ουδεποτε σκανδαλισθησομαι
ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.
34 εφη αυτω ο ιησουσ αμην λεγω σοι οτι εν ταυτη τη νυκτι πριν αλεκτορα φωνησαι τρισ απαρνηση με
ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
35 λεγει αυτω ο πετροσ καν δεη με συν σοι αποθανειν ου μη σε απαρνησωμαι ομοιωσ δε και παντεσ οι μαθηται ειπον
λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον.
36 τοτε ερχεται μετ αυτων ο ιησουσ εισ χωριον λεγομενον γεθσημανη και λεγει τοισ μαθηταισ καθισατε αυτου εωσ ου απελθων προσευξωμαι εκει
Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανεί, καὶ λέγει τοῖς μαθηταῖς, καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ἐκεῖ προσεύξωμαι.
37 και παραλαβων τον πετρον και τουσ δυο υιουσ ζεβεδαιου ηρξατο λυπεισθαι και αδημονειν
καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38 τοτε λεγει αυτοισ ο ιησουσ περιλυποσ εστιν η ψυχη μου εωσ θανατου μεινατε ωδε και γρηγορειτε μετ εμου
τότε λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ.
39 και προσελθων μικρον επεσεν επι προσωπον αυτου προσευχομενοσ και λεγων πατερ μου ει δυνατον εστιν παρελθετω απ εμου το ποτηριον τουτο πλην ουχ ωσ εγω θελω αλλ ωσ συ
καὶ προσελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ.
40 και ερχεται προσ τουσ μαθητασ και ευρισκει αυτουσ καθευδοντασ και λεγει τω πετρω ουτωσ ουκ ισχυσατε μιαν ωραν γρηγορησαι μετ εμου
καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ;
41 γρηγορειτε και προσευχεσθε ινα μη εισελθητε εισ πειρασμον το μεν πνευμα προθυμον η δε σαρξ ασθενησ
γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
42 παλιν εκ δευτερου απελθων προσηυξατο λεγων πατερ μου ει ου δυναται τουτο το ποτηριον παρελθειν απ εμου εαν μη αυτο πιω γενηθητω το θελημα σου
πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
43 και ελθων ευρισκει αυτουσ παλιν καθευδοντασ ησαν γαρ αυτων οι οφθαλμοι βεβαρημενοι
καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44 και αφεισ αυτουσ απελθων παλιν προσηυξατο εκ τριτου τον αυτον λογον ειπων
καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπὼν πάλιν.
45 τοτε ερχεται προσ τουσ μαθητασ αυτου και λεγει αυτοισ καθευδετε το λοιπον και αναπαυεσθε ιδου ηγγικεν η ωρα και ο υιοσ του ανθρωπου παραδιδοται εισ χειρασ αμαρτωλων
τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
46 εγειρεσθε αγωμεν ιδου ηγγικεν ο παραδιδουσ με
ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
47 και ετι αυτου λαλουντοσ ιδου ιουδασ εισ των δωδεκα ηλθεν και μετ αυτου οχλοσ πολυσ μετα μαχαιρων και ξυλων απο των αρχιερεων και πρεσβυτερων του λαου
Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48 ο δε παραδιδουσ αυτον εδωκεν αυτοισ σημειον λεγων ον αν φιλησω αυτοσ εστιν κρατησατε αυτον
ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἐὰν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν.
49 και ευθεωσ προσελθων τω ιησου ειπεν χαιρε ραββι και κατεφιλησεν αυτον
καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· χαῖρε, ῥαββεί· καὶ κατεφίλησεν αὐτόν.
50 ο δε ιησουσ ειπεν αυτω εταιρε εφ ω παρει τοτε προσελθοντεσ επεβαλον τασ χειρασ επι τον ιησουν και εκρατησαν αυτον
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ἑταῖρε, ἐφ’ ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
51 και ιδου εισ των μετα ιησου εκτεινασ την χειρα απεσπασεν την μαχαιραν αυτου και παταξασ τον δουλον του αρχιερεωσ αφειλεν αυτου το ωτιον
καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
52 τοτε λεγει αυτω ο ιησουσ αποστρεψον σου την μαχαιραν εισ τον τοπον αυτησ παντεσ γαρ οι λαβοντεσ μαχαιραν εν μαχαιρα αποθανουνται
τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται.
53 η δοκεισ οτι ου δυναμαι αρτι παρακαλεσαι τον πατερα μου και παραστησει μοι πλειουσ η δωδεκα λεγεωνασ αγγελων
ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιώνων ἀγγέλων;
54 πωσ ουν πληρωθωσιν αι γραφαι οτι ουτωσ δει γενεσθαι
πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ, ὅτι οὕτως δεῖ γενέσθαι;
55 εν εκεινη τη ωρα ειπεν ο ιησουσ τοισ οχλοισ ωσ επι ληστην εξηλθετε μετα μαχαιρων και ξυλων συλλαβειν με καθ ημεραν προσ υμασ εκαθεζομην διδασκων εν τω ιερω και ουκ εκρατησατε με
ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ’ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με.
56 τουτο δε ολον γεγονεν ινα πληρωθωσιν αι γραφαι των προφητων τοτε οι μαθηται παντεσ αφεντεσ αυτον εφυγον
τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57 οι δε κρατησαντεσ τον ιησουν απηγαγον προσ καιαφαν τον αρχιερεα οπου οι γραμματεισ και οι πρεσβυτεροι συνηχθησαν
Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58 ο δε πετροσ ηκολουθει αυτω απο μακροθεν εωσ τησ αυλησ του αρχιερεωσ και εισελθων εσω εκαθητο μετα των υπηρετων ιδειν το τελοσ
ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
59 οι δε αρχιερεισ και οι πρεσβυτεροι και το συνεδριον ολον εζητουν ψευδομαρτυριαν κατα του ιησου οπωσ θανατωσωσιν αυτον
Οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν θανατώσουσιν,
60 και ουχ ευρον και πολλων ψευδομαρτυρων προσελθοντων ουχ ευρον
καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο
61 υστερον δε προσελθοντεσ δυο ψευδομαρτυρεσ ειπον ουτοσ εφη δυναμαι καταλυσαι τον ναον του θεου και δια τριων ημερων οικοδομησαι αυτον
εἶπον· οὗτος ἔφη· δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν αὐτὸν οἰκοδομῆσαι.
62 και αναστασ ο αρχιερευσ ειπεν αυτω ουδεν αποκρινη τι ουτοι σου καταμαρτυρουσιν
καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
63 ο δε ιησουσ εσιωπα και αποκριθεισ ο αρχιερευσ ειπεν αυτω εξορκιζω σε κατα του θεου του ζωντοσ ινα ημιν ειπησ ει συ ει ο χριστοσ ο υιοσ του θεου
ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.
64 λεγει αυτω ο ιησουσ συ ειπασ πλην λεγω υμιν απ αρτι οψεσθε τον υιον του ανθρωπου καθημενον εκ δεξιων τησ δυναμεωσ και ερχομενον επι των νεφελων του ουρανου
λέγει αὐτῷ ὁ Ἰησοῦς· σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
65 τοτε ο αρχιερευσ διερρηξεν τα ιματια αυτου λεγων οτι εβλασφημησεν τι ετι χρειαν εχομεν μαρτυρων ιδε νυν ηκουσατε την βλασφημιαν αυτου
τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων· ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν.
66 τι υμιν δοκει οι δε αποκριθεντεσ ειπον ενοχοσ θανατου εστιν
τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· ἔνοχος θανάτου ἐστίν.
67 τοτε ενεπτυσαν εισ το προσωπον αυτου και εκολαφισαν αυτον οι δε ερραπισαν
Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν
68 λεγοντεσ προφητευσον ημιν χριστε τισ εστιν ο παισασ σε
λέγοντες· προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
69 ο δε πετροσ εξω εκαθητο εν τη αυλη και προσηλθεν αυτω μια παιδισκη λεγουσα και συ ησθα μετα ιησου του γαλιλαιου
Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
70 ο δε ηρνησατο εμπροσθεν αυτων παντων λεγων ουκ οιδα τι λεγεισ
ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων· οὐκ οἶδα τί λέγεις.
71 εξελθοντα δε αυτον εισ τον πυλωνα ειδεν αυτον αλλη και λεγει αυτοισ εκει και ουτοσ ην μετα ιησου του ναζωραιου
ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ· οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
72 και παλιν ηρνησατο μεθ ορκου οτι ουκ οιδα τον ανθρωπον
καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
73 μετα μικρον δε προσελθοντεσ οι εστωτεσ ειπον τω πετρω αληθωσ και συ εξ αυτων ει και γαρ η λαλια σου δηλον σε ποιει
μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
74 τοτε ηρξατο καταθεματιζειν και ομνυειν οτι ουκ οιδα τον ανθρωπον και ευθεωσ αλεκτωρ εφωνησεν
τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
75 και εμνησθη ο πετροσ του ρηματοσ του ιησου ειρηκοτοσ αυτω οτι πριν αλεκτορα φωνησαι τρισ απαρνηση με και εξελθων εξω εκλαυσεν πικρωσ
καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

< Κατα Ματθαιον 26 >