< Κατα Ματθαιον 23 >

1 τοτε ο ιησουσ ελαλησεν τοισ οχλοισ και τοισ μαθηταισ αυτου
Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
2 λεγων επι τησ μωσεωσ καθεδρασ εκαθισαν οι γραμματεισ και οι φαρισαιοι
λέγων, ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.
3 παντα ουν οσα εαν ειπωσιν υμιν τηρειν τηρειτε και ποιειτε κατα δε τα εργα αυτων μη ποιειτε λεγουσιν γαρ και ου ποιουσιν
πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
4 δεσμευουσιν γαρ φορτια βαρεα και δυσβαστακτα και επιτιθεασιν επι τουσ ωμουσ των ανθρωπων τω δε δακτυλω αυτων ου θελουσιν κινησαι αυτα
δεσμεύουσιν δὲ φορτία βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
5 παντα δε τα εργα αυτων ποιουσιν προσ το θεαθηναι τοισ ανθρωποισ πλατυνουσιν δε τα φυλακτηρια αυτων και μεγαλυνουσιν τα κρασπεδα των ιματιων αυτων
πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσιν γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα,
6 φιλουσιν τε την πρωτοκλισιαν εν τοισ δειπνοισ και τασ πρωτοκαθεδριασ εν ταισ συναγωγαισ
φιλοῦσιν δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
7 και τουσ ασπασμουσ εν ταισ αγοραισ και καλεισθαι υπο των ανθρωπων ραββι ραββι
καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ῥαββεί.
8 υμεισ δε μη κληθητε ραββι εισ γαρ εστιν υμων ο καθηγητησ ο χριστοσ παντεσ δε υμεισ αδελφοι εστε
ὑμεῖς δὲ μὴ κληθῆτε, ῥαββεί, εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
9 και πατερα μη καλεσητε υμων επι τησ γησ εισ γαρ εστιν ο πατηρ υμων ο εν τοισ ουρανοισ
καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ οὐράνιος.
10 μηδε κληθητε καθηγηται εισ γαρ υμων εστιν ο καθηγητησ ο χριστοσ
μηδὲ κληθῆτε καθηγηταί, ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ Χριστός.
11 ο δε μειζων υμων εσται υμων διακονοσ
ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
12 οστισ δε υψωσει εαυτον ταπεινωθησεται και οστισ ταπεινωσει εαυτον υψωθησεται
ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.
13 ουαι δε υμιν γραμματεισ και φαρισαιοι υποκριται οτι κατεσθιετε τασ οικιασ των χηρων και προφασει μακρα προσευχομενοι δια τουτο ληψεσθε περισσοτερον κριμα
Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
14 ουαι υμιν γραμματεισ και φαρισαιοι υποκριται οτι κλειετε την βασιλειαν των ουρανων εμπροσθεν των ανθρωπων υμεισ γαρ ουκ εισερχεσθε ουδε τουσ εισερχομενουσ αφιετε εισελθειν
15 ουαι υμιν γραμματεισ και φαρισαιοι υποκριται οτι περιαγετε την θαλασσαν και την ξηραν ποιησαι ενα προσηλυτον και οταν γενηται ποιειτε αυτον υιον γεεννησ διπλοτερον υμων (Geenna g1067)
οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. (Geenna g1067)
16 ουαι υμιν οδηγοι τυφλοι οι λεγοντεσ οσ αν ομοση εν τω ναω ουδεν εστιν οσ δ αν ομοση εν τω χρυσω του ναου οφειλει
οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει.
17 μωροι και τυφλοι τισ γαρ μειζων εστιν ο χρυσοσ η ο ναοσ ο αγιαζων τον χρυσον
μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν;
18 και οσ εαν ομοση εν τω θυσιαστηριω ουδεν εστιν οσ δ αν ομοση εν τω δωρω τω επανω αυτου οφειλει
καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει.
19 μωροι και τυφλοι τι γαρ μειζον το δωρον η το θυσιαστηριον το αγιαζον το δωρον
τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
20 ο ουν ομοσασ εν τω θυσιαστηριω ομνυει εν αυτω και εν πασιν τοισ επανω αυτου
ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ·
21 και ο ομοσασ εν τω ναω ομνυει εν αυτω και εν τω κατοικησαντι αυτον
καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν·
22 και ο ομοσασ εν τω ουρανω ομνυει εν τω θρονω του θεου και εν τω καθημενω επανω αυτου
καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 ουαι υμιν γραμματεισ και φαρισαιοι υποκριται οτι αποδεκατουτε το ηδυοσμον και το ανηθον και το κυμινον και αφηκατε τα βαρυτερα του νομου την κρισιν και τον ελεον και την πιστιν ταυτα εδει ποιησαι κακεινα μη αφιεναι
οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν· ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφεῖναι.
24 οδηγοι τυφλοι οι διυλιζοντεσ τον κωνωπα την δε καμηλον καταπινοντεσ
ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.
25 ουαι υμιν γραμματεισ και φαρισαιοι υποκριται οτι καθαριζετε το εξωθεν του ποτηριου και τησ παροψιδοσ εσωθεν δε γεμουσιν εξ αρπαγησ και αδικιασ
οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας.
26 φαρισαιε τυφλε καθαρισον πρωτον το εντοσ του ποτηριου και τησ παροψιδοσ ινα γενηται και το εκτοσ αυτων καθαρον
Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν.
27 ουαι υμιν γραμματεισ και φαρισαιοι υποκριται οτι παρομοιαζετε ταφοισ κεκονιαμενοισ οιτινεσ εξωθεν μεν φαινονται ωραιοι εσωθεν δε γεμουσιν οστεων νεκρων και πασησ ακαθαρσιασ
οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
28 ουτωσ και υμεισ εξωθεν μεν φαινεσθε τοισ ανθρωποισ δικαιοι εσωθεν δε μεστοι εστε υποκρισεωσ και ανομιασ
οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.
29 ουαι υμιν γραμματεισ και φαρισαιοι υποκριται οτι οικοδομειτε τουσ ταφουσ των προφητων και κοσμειτε τα μνημεια των δικαιων
οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
30 και λεγετε ει ημεν εν ταισ ημεραισ των πατερων ημων ουκ αν ημεν κοινωνοι αυτων εν τω αιματι των προφητων
καὶ λέγετε· εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
31 ωστε μαρτυρειτε εαυτοισ οτι υιοι εστε των φονευσαντων τουσ προφητασ
ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.
32 και υμεισ πληρωσατε το μετρον των πατερων υμων
καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
33 οφεισ γεννηματα εχιδνων πωσ φυγητε απο τησ κρισεωσ τησ γεεννησ (Geenna g1067)
ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; (Geenna g1067)
34 δια τουτο ιδου εγω αποστελλω προσ υμασ προφητασ και σοφουσ και γραμματεισ και εξ αυτων αποκτενειτε και σταυρωσετε και εξ αυτων μαστιγωσετε εν ταισ συναγωγαισ υμων και διωξετε απο πολεωσ εισ πολιν
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
35 οπωσ ελθη εφ υμασ παν αιμα δικαιον εκχυνομενον επι τησ γησ απο του αιματοσ αβελ του δικαιου εωσ του αιματοσ ζαχαριου υιου βαραχιου ον εφονευσατε μεταξυ του ναου και του θυσιαστηριου
ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
36 αμην λεγω υμιν οτι ηξει παντα ταυτα επι την γενεαν ταυτην
ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
37 ιερουσαλημ ιερουσαλημ η αποκτενουσα τουσ προφητασ και λιθοβολουσα τουσ απεσταλμενουσ προσ αυτην ποσακισ ηθελησα επισυναγαγειν τα τεκνα σου ον τροπον επισυναγει ορνισ τα νοσσια εαυτησ υπο τασ πτερυγασ και ουκ ηθελησατε
Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
38 ιδου αφιεται υμιν ο οικοσ υμων ερημοσ
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
39 λεγω γαρ υμιν ου μη με ιδητε απ αρτι εωσ αν ειπητε ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυριου
λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.

< Κατα Ματθαιον 23 >