< Κατα Ματθαιον 20 >

1 ομοια γαρ εστιν η βασιλεια των ουρανων ανθρωπω οικοδεσποτη οστισ εξηλθεν αμα πρωι μισθωσασθαι εργατασ εισ τον αμπελωνα αυτου
Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
2 και συμφωνησασ μετα των εργατων εκ δηναριου την ημεραν απεστειλεν αυτουσ εισ τον αμπελωνα αυτου
συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
3 και εξελθων περι τριτην ωραν ειδεν αλλουσ εστωτασ εν τη αγορα αργουσ
καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς,
4 και εκεινοισ ειπεν υπαγετε και υμεισ εισ τον αμπελωνα και ο εαν η δικαιον δωσω υμιν
καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.
5 οι δε απηλθον παλιν εξελθων περι εκτην και ενατην ωραν εποιησεν ωσαυτωσ
οἱ δὲ ἀπῆλθον. πάλιν δὲ ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
6 περι δε την ενδεκατην ωραν εξελθων ευρεν αλλουσ εστωτασ αργουσ και λεγει αυτοισ τι ωδε εστηκατε ολην την ημεραν αργοι
περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
7 λεγουσιν αυτω οτι ουδεισ ημασ εμισθωσατο λεγει αυτοισ υπαγετε και υμεισ εισ τον αμπελωνα και ο εαν η δικαιον ληψεσθε
λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα.
8 οψιασ δε γενομενησ λεγει ο κυριοσ του αμπελωνοσ τω επιτροπω αυτου καλεσον τουσ εργατασ και αποδοσ αυτοισ τον μισθον αρξαμενοσ απο των εσχατων εωσ των πρωτων
ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
9 και ελθοντεσ οι περι την ενδεκατην ωραν ελαβον ανα δηναριον
καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
10 ελθοντεσ δε οι πρωτοι ενομισαν οτι πλειονα ληψονται και ελαβον και αυτοι ανα δηναριον
ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται· καὶ ἔλαβον τὸ ἀνὰ δηνάριον καὶ αὐτοί.
11 λαβοντεσ δε εγογγυζον κατα του οικοδεσποτου
λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
12 λεγοντεσ οτι ουτοι οι εσχατοι μιαν ωραν εποιησαν και ισουσ ημιν αυτουσ εποιησασ τοισ βαστασασιν το βαροσ τησ ημερασ και τον καυσωνα
λέγοντες· οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
13 ο δε αποκριθεισ ειπεν ενι αυτων εταιρε ουκ αδικω σε ουχι δηναριου συνεφωνησασ μοι
ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
14 αρον το σον και υπαγε θελω δε τουτω τω εσχατω δουναι ωσ και σοι
ἆρον τὸ σὸν καὶ ὕπαγε. θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
15 η ουκ εξεστιν μοι ποιησαι ο θελω εν τοισ εμοισ ει ο οφθαλμοσ σου πονηροσ εστιν οτι εγω αγαθοσ ειμι
ἢ οὐκ ἔξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
16 ουτωσ εσονται οι εσχατοι πρωτοι και οι πρωτοι εσχατοι πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι
οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι.
17 και αναβαινων ο ιησουσ εισ ιεροσολυμα παρελαβεν τουσ δωδεκα μαθητασ κατ ιδιαν εν τη οδω και ειπεν αυτοισ
Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα κατ’ ἰδίαν, καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς·
18 ιδου αναβαινομεν εισ ιεροσολυμα και ο υιοσ του ανθρωπου παραδοθησεται τοισ αρχιερευσιν και γραμματευσιν και κατακρινουσιν αυτον θανατω
ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν εἰς θάνατον.
19 και παραδωσουσιν αυτον τοισ εθνεσιν εισ το εμπαιξαι και μαστιγωσαι και σταυρωσαι και τη τριτη ημερα αναστησεται
καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.
20 τοτε προσηλθεν αυτω η μητηρ των υιων ζεβεδαιου μετα των υιων αυτησ προσκυνουσα και αιτουσα τι παρ αυτου
Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ’ αὐτοῦ.
21 ο δε ειπεν αυτη τι θελεισ λεγει αυτω ειπε ινα καθισωσιν ουτοι οι δυο υιοι μου εισ εκ δεξιων σου και εισ εξ ευωνυμων σου εν τη βασιλεια σου
ὁ δὲ εἶπεν αὐτῇ· τί θέλεις; λέγει αὐτῷ· εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
22 αποκριθεισ δε ο ιησουσ ειπεν ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω μελλω πινειν η το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι λεγουσιν αυτω δυναμεθα
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν; λέγουσιν αὐτῷ· δυνάμεθα.
23 και λεγει αυτοισ το μεν ποτηριον μου πιεσθε και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων μου ουκ εστιν εμον δουναι αλλ οισ ητοιμασται υπο του πατροσ μου
λέγει αὐτοῖς· τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
24 και ακουσαντεσ οι δεκα ηγανακτησαν περι των δυο αδελφων
ἀκούσαντες δὲ οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
25 ο δε ιησουσ προσκαλεσαμενοσ αυτουσ ειπεν οιδατε οτι οι αρχοντεσ των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι κατεξουσιαζουσιν αυτων
ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
26 ουχ ουτωσ δε εσται εν υμιν αλλ οσ εαν θελη εν υμιν μεγασ γενεσθαι εσται υμων διακονοσ
οὐχ οὕτως ἔσται ἐν ὑμῖν· ἀλλ’ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος,
27 και οσ εαν θελη εν υμιν ειναι πρωτοσ εστω υμων δουλοσ
καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος·
28 ωσπερ ο υιοσ του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων
ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
29 και εκπορευομενων αυτων απο ιεριχω ηκολουθησεν αυτω οχλοσ πολυσ
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱερειχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
30 και ιδου δυο τυφλοι καθημενοι παρα την οδον ακουσαντεσ οτι ιησουσ παραγει εκραξαν λεγοντεσ ελεησον ημασ κυριε υιοσ δαυιδ
καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες, ἐλέησον ἡμᾶς, υἱὲ Δαυείδ.
31 ο δε οχλοσ επετιμησεν αυτοισ ινα σιωπησωσιν οι δε μειζον εκραζον λεγοντεσ ελεησον ημασ κυριε υιοσ δαυιδ
ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες· κύριε, ἐλέησον ἡμᾶς, υἱέ Δαυείδ.
32 και στασ ο ιησουσ εφωνησεν αυτουσ και ειπεν τι θελετε ποιησω υμιν
καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· τί θέλετε ποιήσω ὑμῖν;
33 λεγουσιν αυτω κυριε ινα ανοιχθωσιν ημων οι οφθαλμοι
λέγουσιν αὐτῷ· κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν.
34 σπλαγχνισθεισ δε ο ιησουσ ηψατο των οφθαλμων αυτων και ευθεωσ ανεβλεψαν αυτων οι οφθαλμοι και ηκολουθησαν αυτω
σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.

< Κατα Ματθαιον 20 >