< Κατα Ματθαιον 2 >

1 του δε ιησου γεννηθεντοσ εν βηθλεεμ τησ ιουδαιασ εν ημεραισ ηρωδου του βασιλεωσ ιδου μαγοι απο ανατολων παρεγενοντο εισ ιεροσολυμα
Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα
2 λεγοντεσ που εστιν ο τεχθεισ βασιλευσ των ιουδαιων ειδομεν γαρ αυτου τον αστερα εν τη ανατολη και ηλθομεν προσκυνησαι αυτω
λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
3 ακουσασ δε ηρωδησ ο βασιλευσ εταραχθη και πασα ιεροσολυμα μετ αυτου
ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ,
4 και συναγαγων παντασ τουσ αρχιερεισ και γραμματεισ του λαου επυνθανετο παρ αυτων που ο χριστοσ γενναται
καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται.
5 οι δε ειπον αυτω εν βηθλεεμ τησ ιουδαιασ ουτωσ γαρ γεγραπται δια του προφητου
οἱ δὲ εἶπαν αὐτῷ, ἐν Βηθλέεμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου·
6 και συ βηθλεεμ γη ιουδα ουδαμωσ ελαχιστη ει εν τοισ ηγεμοσιν ιουδα εκ σου γαρ εξελευσεται ηγουμενοσ οστισ ποιμανει τον λαον μου τον ισραηλ
καὶ σύ, Βηθλέεμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.
7 τοτε ηρωδησ λαθρα καλεσασ τουσ μαγουσ ηκριβωσεν παρ αυτων τον χρονον του φαινομενου αστεροσ
τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος,
8 και πεμψασ αυτουσ εισ βηθλεεμ ειπεν πορευθεντεσ ακριβωσ εξετασατε περι του παιδιου επαν δε ευρητε απαγγειλατε μοι οπωσ καγω ελθων προσκυνησω αυτω
καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν, πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
9 οι δε ακουσαντεσ του βασιλεωσ επορευθησαν και ιδου ο αστηρ ον ειδον εν τη ανατολη προηγεν αυτουσ εωσ ελθων εστη επανω ου ην το παιδιον
οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν, καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον.
10 ιδοντεσ δε τον αστερα εχαρησαν χαραν μεγαλην σφοδρα
ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα.
11 και ελθοντεσ εισ την οικιαν ειδον το παιδιον μετα μαριασ τησ μητροσ αυτου και πεσοντεσ προσεκυνησαν αυτω και ανοιξαντεσ τουσ θησαυρουσ αυτων προσηνεγκαν αυτω δωρα χρυσον και λιβανον και σμυρναν
καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.
12 και χρηματισθεντεσ κατ οναρ μη ανακαμψαι προσ ηρωδην δι αλλησ οδου ανεχωρησαν εισ την χωραν αυτων
καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
13 αναχωρησαντων δε αυτων ιδου αγγελοσ κυριου φαινεται κατ οναρ τω ιωσηφ λεγων εγερθεισ παραλαβε το παιδιον και την μητερα αυτου και φευγε εισ αιγυπτον και ισθι εκει εωσ αν ειπω σοι μελλει γαρ ηρωδησ ζητειν το παιδιον του απολεσαι αυτο
Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων, ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρώδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.
14 ο δε εγερθεισ παρελαβεν το παιδιον και την μητερα αυτου νυκτοσ και ανεχωρησεν εισ αιγυπτον
ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,
15 και ην εκει εωσ τησ τελευτησ ηρωδου ινα πληρωθη το ρηθεν υπο του κυριου δια του προφητου λεγοντοσ εξ αιγυπτου εκαλεσα τον υιον μου
καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρώδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
16 τοτε ηρωδησ ιδων οτι ενεπαιχθη υπο των μαγων εθυμωθη λιαν και αποστειλασ ανειλεν παντασ τουσ παιδασ τουσ εν βηθλεεμ και εν πασιν τοισ οριοισ αυτησ απο διετουσ και κατωτερω κατα τον χρονον ον ηκριβωσεν παρα των μαγων
Τότε Ἡρώδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.
17 τοτε επληρωθη το ρηθεν υπο ιερεμιου του προφητου λεγοντοσ
τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος·
18 φωνη εν ραμα ηκουσθη θρηνοσ και κλαυθμοσ και οδυρμοσ πολυσ ραχηλ κλαιουσα τα τεκνα αυτησ και ουκ ηθελεν παρακληθηναι οτι ουκ εισιν
φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι, ὅτι οὐκ εἰσίν.
19 τελευτησαντοσ δε του ηρωδου ιδου αγγελοσ κυριου κατ οναρ φαινεται τω ιωσηφ εν αιγυπτω
Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ
20 λεγων εγερθεισ παραλαβε το παιδιον και την μητερα αυτου και πορευου εισ γην ισραηλ τεθνηκασιν γαρ οι ζητουντεσ την ψυχην του παιδιου
λέγων, ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
21 ο δε εγερθεισ παρελαβεν το παιδιον και την μητερα αυτου και ηλθεν εισ γην ισραηλ
ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ.
22 ακουσασ δε οτι αρχελαοσ βασιλευει επι τησ ιουδαιασ αντι ηρωδου του πατροσ αυτου εφοβηθη εκει απελθειν χρηματισθεισ δε κατ οναρ ανεχωρησεν εισ τα μερη τησ γαλιλαιασ
ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ’ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας.
23 και ελθων κατωκησεν εισ πολιν λεγομενην ναζαρετ οπωσ πληρωθη το ρηθεν δια των προφητων οτι ναζωραιοσ κληθησεται
καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέθ· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

< Κατα Ματθαιον 2 >