< Κατα Μαρκον 9 >

1 και ελεγεν αυτοισ αμην λεγω υμιν οτι εισιν τινεσ των ωδε εστηκοτων οιτινεσ ου μη γευσωνται θανατου εωσ αν ιδωσιν την βασιλειαν του θεου εληλυθυιαν εν δυναμει
καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
2 και μεθ ημερασ εξ παραλαμβανει ο ιησουσ τον πετρον και τον ιακωβον και ιωαννην και αναφερει αυτουσ εισ οροσ υψηλον κατ ιδιαν μονουσ και μετεμορφωθη εμπροσθεν αυτων
Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
3 και τα ιματια αυτου εγενοντο στιλβοντα λευκα λιαν ωσ χιων οια γναφευσ επι τησ γησ ου δυναται λευκαναι
καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι.
4 και ωφθη αυτοισ ηλιασ συν μωση και ησαν συλλαλουντεσ τω ιησου
καὶ ὤφθη αὐτοῖς Ἡλείας σὺν Μωϋσεῖ, καὶ ἦσαν συνλαλοῦντες τῷ Ἰησοῦ.
5 και αποκριθεισ ο πετροσ λεγει τω ιησου ραββι καλον εστιν ημασ ωδε ειναι και ποιησωμεν σκηνασ τρεισ σοι μιαν και μωση μιαν και ηλια μιαν
καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· ῥαββεί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἡλείᾳ μίαν.
6 ου γαρ ηδει τι λαλησει ησαν γαρ εκφοβοι
οὐ γὰρ ᾔδει τί ἀποκριθῇ· ἔκφοβοι γὰρ ἐγένοντο.
7 και εγενετο νεφελη επισκιαζουσα αυτοισ και ηλθεν φωνη εκ τησ νεφελησ ουτοσ εστιν ο υιοσ μου ο αγαπητοσ αυτου ακουετε
καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ.
8 και εξαπινα περιβλεψαμενοι ουκετι ουδενα ειδον αλλα τον ιησουν μονον μεθ εαυτων
καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν.
9 καταβαινοντων δε αυτων απο του ορουσ διεστειλατο αυτοισ ινα μηδενι διηγησωνται α ειδον ει μη οταν ο υιοσ του ανθρωπου εκ νεκρων αναστη
Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
10 και τον λογον εκρατησαν προσ εαυτουσ συζητουντεσ τι εστιν το εκ νεκρων αναστηναι
καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.
11 και επηρωτων αυτον λεγοντεσ οτι λεγουσιν οι γραμματεισ οτι ηλιαν δει ελθειν πρωτον
καὶ ἐπηρώτων αὐτὸν λέγοντες· ὅτι λέγουσιν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς ὅτι Ἡλείαν δεῖ ἐλθεῖν πρῶτον;
12 ο δε αποκριθεισ ειπεν αυτοισ ηλιασ μεν ελθων πρωτον αποκαθιστα παντα και πωσ γεγραπται επι τον υιον του ανθρωπου ινα πολλα παθη και εξουδενωθη
ὁ δὲ ἔφη αὐτοῖς· Ἡλείας ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα. καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου; ἵνα πολλὰ πάθῃ καὶ ἐξουθενωθῇ.
13 αλλα λεγω υμιν οτι και ηλιασ εληλυθεν και εποιησαν αυτω οσα ηθελησαν καθωσ γεγραπται επ αυτον
ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἡλείας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον, καθὼς γέγραπται ἐπ’ αὐτόν.
14 και ελθων προσ τουσ μαθητασ ειδεν οχλον πολυν περι αυτουσ και γραμματεισ συζητουντασ αυτοισ
Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς.
15 και ευθεωσ πασ ο οχλοσ ιδων αυτον εξεθαμβηθη και προστρεχοντεσ ησπαζοντο αυτον
καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
16 και επηρωτησεν τουσ γραμματεισ τι συζητειτε προσ αυτουσ
καὶ ἐπηρώτησεν αὐτούς· τί συζητεῖτε πρὸς αὐτούς;
17 και αποκριθεισ εισ εκ του οχλου ειπεν διδασκαλε ηνεγκα τον υιον μου προσ σε εχοντα πνευμα αλαλον
καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου, διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον,
18 και οπου αν αυτον καταλαβη ρησσει αυτον και αφριζει και τριζει τουσ οδοντασ αυτου και ξηραινεται και ειπον τοισ μαθηταισ σου ινα αυτο εκβαλωσιν και ουκ ισχυσαν
καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.
19 ο δε αποκριθεισ αυτω λεγει ω γενεα απιστοσ εωσ ποτε προσ υμασ εσομαι εωσ ποτε ανεξομαι υμων φερετε αυτον προσ με
ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει· ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με.
20 και ηνεγκαν αυτον προσ αυτον και ιδων αυτον ευθεωσ το πνευμα εσπαραξεν αυτον και πεσων επι τησ γησ εκυλιετο αφριζων
καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν, τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.
21 και επηρωτησεν τον πατερα αυτου ποσοσ χρονοσ εστιν ωσ τουτο γεγονεν αυτω ο δε ειπεν παιδιοθεν
καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· ἐκ παιδιόθεν·
22 και πολλακισ αυτον και εισ το πυρ εβαλεν και εισ υδατα ινα απολεση αυτον αλλ ει τι δυνασαι βοηθησον ημιν σπλαγχνισθεισ εφ ημασ
καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλὰ εἴ τι δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς.
23 ο δε ιησουσ ειπεν αυτω το ει δυνασαι πιστευσαι παντα δυνατα τω πιστευοντι
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, τὸ εἰ δύνῃ; πάντα δυνατὰ τῷ πιστεύοντι.
24 και ευθεωσ κραξασ ο πατηρ του παιδιου μετα δακρυων ελεγεν πιστευω κυριε βοηθει μου τη απιστια
εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν· πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ.
25 ιδων δε ο ιησουσ οτι επισυντρεχει οχλοσ επετιμησεν τω πνευματι τω ακαθαρτω λεγων αυτω το πνευμα το αλαλον και κωφον εγω σοι επιτασσω εξελθε εξ αυτου και μηκετι εισελθησ εισ αυτον
ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὁ ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
26 και κραξαν και πολλα σπαραξαν αυτον εξηλθεν και εγενετο ωσει νεκροσ ωστε πολλουσ λεγειν οτι απεθανεν
καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν.
27 ο δε ιησουσ κρατησασ αυτον τησ χειροσ ηγειρεν αυτον και ανεστη
ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη.
28 και εισελθοντα αυτον εισ οικον οι μαθηται αυτου επηρωτων αυτον κατ ιδιαν οτι ημεισ ουκ ηδυνηθημεν εκβαλειν αυτο
καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν· ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
29 και ειπεν αυτοισ τουτο το γενοσ εν ουδενι δυναται εξελθειν ει μη εν προσευχη και νηστεια
καὶ εἶπεν αὐτοῖς· τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ.
30 και εκειθεν εξελθοντεσ παρεπορευοντο δια τησ γαλιλαιασ και ουκ ηθελεν ινα τισ γνω
Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ·
31 εδιδασκεν γαρ τουσ μαθητασ αυτου και ελεγεν αυτοισ οτι ο υιοσ του ανθρωπου παραδιδοται εισ χειρασ ανθρωπων και αποκτενουσιν αυτον και αποκτανθεισ τη τριτη ημερα αναστησεται
ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
32 οι δε ηγνοουν το ρημα και εφοβουντο αυτον επερωτησαι
οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
33 και ηλθεν εισ καπερναουμ και εν τη οικια γενομενοσ επηρωτα αυτουσ τι εν τη οδω προσ εαυτουσ διελογιζεσθε
Καὶ ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ διελογίζεσθε;
34 οι δε εσιωπων προσ αλληλουσ γαρ διελεχθησαν εν τη οδω τισ μειζων
οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων.
35 και καθισασ εφωνησεν τουσ δωδεκα και λεγει αυτοισ ει τισ θελει πρωτοσ ειναι εσται παντων εσχατοσ και παντων διακονοσ
καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.
36 και λαβων παιδιον εστησεν αυτο εν μεσω αυτων και εναγκαλισαμενοσ αυτο ειπεν αυτοισ
καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς·
37 οσ εαν εν των τοιουτων παιδιων δεξηται επι τω ονοματι μου εμε δεχεται και οσ εαν εμε δεξηται ουκ εμε δεχεται αλλα τον αποστειλαντα με
ὃς ἂν ἓν τῶν παιδίων τούτων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.
38 απεκριθη δε αυτω ιωαννησ λεγων διδασκαλε ειδομεν τινα τω ονοματι σου εκβαλλοντα δαιμονια οσ ουκ ακολουθει ημιν και εκωλυσαμεν αυτον οτι ουκ ακολουθει ημιν
Ἔφη αὐτῷ ὁ Ἰωάννης· διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν, καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν.
39 ο δε ιησουσ ειπεν μη κωλυετε αυτον ουδεισ γαρ εστιν οσ ποιησει δυναμιν επι τω ονοματι μου και δυνησεται ταχυ κακολογησαι με
ὁ δὲ Ἰησοῦς εἶπεν· μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με·
40 οσ γαρ ουκ εστιν καθ υμων υπερ υμων εστιν
ὃς γὰρ οὐκ ἔστιν καθ’ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν.
41 οσ γαρ αν ποτιση υμασ ποτηριον υδατοσ εν ονοματι μου οτι χριστου εστε αμην λεγω υμιν ου μη απολεση τον μισθον αυτου
ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι μου ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
42 και οσ εαν σκανδαλιση ενα των μικρων των πιστευοντων εισ εμε καλον εστιν αυτω μαλλον ει περικειται λιθοσ μυλικοσ περι τον τραχηλον αυτου και βεβληται εισ την θαλασσαν
Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.
43 και εαν σκανδαλιζη σε η χειρ σου αποκοψον αυτην καλον σοι εστιν κυλλον εισ την ζωην εισελθειν η τασ δυο χειρασ εχοντα απελθειν εισ την γεενναν εισ το πυρ το ασβεστον (Geenna g1067)
καὶ ἐὰν σκανδαλίσῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον. (Geenna g1067)
44 οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται
45 και εαν ο πουσ σου σκανδαλιζη σε αποκοψον αυτον καλον εστιν σοι εισελθειν εισ την ζωην χωλον η τουσ δυο ποδασ εχοντα βληθηναι εισ την γεενναν εισ το πυρ το ασβεστον (Geenna g1067)
καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν. (Geenna g1067)
46 οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται
47 και εαν ο οφθαλμοσ σου σκανδαλιζη σε εκβαλε αυτον καλον σοι εστιν μονοφθαλμον εισελθειν εισ την βασιλειαν του θεου η δυο οφθαλμουσ εχοντα βληθηναι εισ την γεενναν του πυροσ (Geenna g1067)
καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, (Geenna g1067)
48 οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται
ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται·
49 πασ γαρ πυρι αλισθησεται και πασα θυσια αλι αλισθησεται
πᾶς γὰρ πυρὶ ἁλισθήσεται.
50 καλον το αλασ εαν δε το αλασ αναλον γενηται εν τινι αυτο αρτυσετε εχετε εν εαυτοισ αλασ και ειρηνευετε εν αλληλοισ
καλὸν τὸ ἅλα· ἐὰν δὲ τὸ ἅλα ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

< Κατα Μαρκον 9 >